Orationes 13
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
98.p11
98.p11
τήν τε Ἄρτεμιν καὶ τὸν πατρῷον Ἀπόλλω τῇ πόλει, ἥ τʼ ἀπὸ τῆς Ἀσίας ἐπὶ τοὺς Ἕλληνας πρώτη διαβᾶσα δύναμις διὰ τῶν νήσων προσέσχεν εἰς Μαραθῶνα, καλῶς ὑπὸ τῆς φύσεως ἀχθεῖσα τοῦ τόπου πρὸς τὸ δοῦναι δίκην ὧν ἐπεβούλευσε τοῖς Ἕλλησιν. οὕτω δʼ ἐν ἀρχῇ τῆς Ἑλλάδος οὖσα ἡ χώρα ἐν μέσῳ τῆς πάσης οὐχ ἧττόν ἐστιν. ὅποι γὰρ ἀπʼ αὐτῆς κινηθείης, τὰ γνωριμώτατα τῶν Ἑλλήνων ἐκδέχεται γένη, καὶ ὥσπερ πόλιν ἡ οἰκεία χώρα προσοικεῖ, οὕτω καὶ τὴν Ἀττικὴν ἅπασα ἡ Ἑλλὰς προσοικεῖ. διὸ δὴ καὶ μόνη τὸ τῶν Ἑλλήνων πρόσχημα καθαρῶς ἀνῄρηται καὶ τοῖς βαρβάροις ἐστὶν ἐπὶ πλεῖστον ἀλλόφυλος· ὅσον γὰρ τῇ φύσει τοῦ τόπου κεχώρισται, τοσοῦτον καὶ τοῖς ἤθεσι τῶν ἀνδρῶν ἀφέστηκεν. οὔτε γὰρ ποταμοῦ μέσου κοινωνεῖ τινος οὔτʼ ἐστὶν αὐτῇ μεθόριον οὐδὲν τὸ αὐτὸ διαιροῦν καὶ μιγνύον τὴν γῆν, ἀλλʼ ὥσπερ πρὸς ἀσπίδος ἐπίσημον πάντα πρὸς μέσον τοῦτο τὸ χωρίον ἐκ παντὸς ἄκρου τείνει τὰ Ἑλληνικὰ, καὶ πανταχόθεν κύκλοι περιέχουσι τὴν χώραν Ἑλληνικοὶ, οἱ μὲν ἐκ θαλάττης, οἱ δʼ ἀπὸ τῆς ἠπείρου περικείμενοι, ὥσπερ εἰκὸς τῇ κοινῇ τοῦ γένους ἑστίᾳ. τοσοῦτον δὲ πέφευγε τὴν ἀλλοδαπὴν καὶ βάρβαρον ὥστε καὶ ἐπὶ τῆς ἀντιπέραν ἠπείρου προὐβάλλετο ἑτέραν Ἑλλάδα ἄποικον ἑαυτῆς, ἣ νῦν ἤδη πλεῖστον βαρβάρων ἀφέστηκεν, ὥσπερ φύσει ταχθεῖσα ἡ πόλις, ἀντίπαλος τούτῳ τῷ γένει καὶ πολεμία. ἐξ ὧν ἄδολον μὲν καὶ καθαρὸν καὶ ἀδιάφθορον τὸ ἦθος ἀεὶ τοῖς ἐξ αὐτῆς διαγέγονε παρεχομένη, εἰλικρινῆ δὲ καὶ καθαρὰν καὶ ἄλυπον καὶ παράδειγμα πάσης τῆς Ἑλληνικῆς ὁμιλίας φωνὴν