Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 14
Aristides, Aelius14 199 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
199.p4
199.p4
ἀκριβῶς καταθεάσαιτο ἀπὸ ποίας τοιαύτης σκοπιᾶς; ὅπερ γὰρ ἐπὶ τῆς χιόνος Ὅμηρος ἔφη, χυθεῖσαν αὐτὴν Ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους καλύπτειν καὶ πεδία λωτεῦντα καὶ ἀνδρῶν πίονα ἔργα, καί τʼ ἐφʼ ἁλὸς πολιῆς, φησὶ, κέχυται λιμέσιν τε καὶ ἀκταῖς, τοῦτο ἄρα καὶ ἥδʼ ἡ πόλις· καλύπτει μὲν ἄκρους πρώονας, καλύπτει δὲ τὴν ἐν μέσῳ γῆν, καταβαίνει δὲ καὶ μέχρι θαλάττης, οὗ τὸ κοινὸν ἀνθρώπων ἐμπόριον καὶ ἡ κοινὴ τῶν ἐν γῇ φυομένων διοίκησις· ὅπου δέ τις αὐτῆς γίγνοιτο, οὐδέν ἐστι τὸ κωλῦον ὁμοίως εἶναι ἐν μέσῳ. καὶ μὲν δὴ οὐκ ἐπιπολῆς γε κέχυται, ἀλλʼ ἀτεχνῶς πολὺ ὑπὲρ τὸ παράδειγμα ἐπὶ πλεῖστον ἄνω ἥκει τοῦ ἀέρος, ὡς εἶναι μὴ χιόνος καταλήψει τὸ ὕψος προσεικάσαι, ἀλλὰ μᾶλλον αὐτοῖς τοῖς πρώοσι. καὶ ὥσπερ τις ἀνὴρ πολὺ νικῶν τοὺς ἄλλους μεγέθει τε καὶ ῥώμῃ οὐκ ἀγαπᾷ μὴ καὶ ἄλλους ὑπὲρ αὑτὸν ἀράμενος φέρειν, ὣς δὲ καὶ ἥδε ἐπὶ τοσαύτης γῆς ᾠκισμένη οὐκ ἀγαπᾷ, ἀλλʼ ἑτέρας ἰσομετρήτους ὑπὲρ αὑτὴν ἀραμένη φέρει ἄλλας ἐπʼ ἄλλαις. ὣς ἄρα ἐπώνυμον αὐτῇ τοὔνομα καὶ οὐδὲν ἀλλʼ ἢ ῥώμη τὰ τῇδε. ὥστʼ εἴ τις αὐτὴν ἐθελήσειε καθαρῶς ἀναπτύξαι καὶ τὰς νῦν μετεώρους πόλεις ἐπὶ γῆς ἐρείσας θεῖναι ἄλλην παρʼ ἄλλην, ὅσον νῦν Ἰταλίας διαλεῖπόν ἐστιν, ἀναπληρωθῆναι τοῦτο πᾶν ἄν μοι δοκεῖ καὶ γενέσθαι πόλις συνεχὴς μία ἐπὶ τὸν Ἰόνιον τείνουσα. τοσαύτη δὲ οὖσα, ὅσην ἐγὼ μὲν οὐδὲ νῦν ἴσως ἀρκούντως ἐνεδειξάμην, ὀφθαλμοὶ δʼ ἄμεινον μαρτυροῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἄλλων εἰπεῖν, ὡς ἐνταῦθα ἕστηκεν, οὐδʼ ὅ τις εἶπε περὶ τῆς Ἀθηναίων καὶ Λακεδαιμονίων πόλεως, λέγων τῶν μὲν τὸ μέγεθος διπλάσιον ἢ κατὰ τὴν δύναμιν, τῶν δὲ πολὺ τῆς δυνάμεως ἔλαττον ἂν φανῆναι τὸ μέγεθος, ἀπείη δὲ τὸ βλάσφημον τοῦ παραδείγματος, τοῦτο ἄν τις φαίη καὶ περὶ τῆσδε τῆς πάντα μεγάλης, ὡς ἄρα οὐκ ἀκόλουθον τὴν δύναμιν τῷ τοσούτῳ

Intertext edge

Open linked passage

Note