Orationes 14
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
200.p5
200.p5
μεγέθει κατεσκευάσατο. ἀλλʼ ἔστιν εἰς μὲν τὴν ὅλην ἀρχὴν βλέψαντα μηκέτι τὴν πόλιν θαυμάζειν, πολλοστὸν μέρος τῆς ἁπάσης ἄρχειν νομίσαντα γῆς, εἰς δʼ αὐτὴν τὴν πόλιν καὶ τοὺς τῆς πόλεως ὅρους ἰδόντα μηκέτι θαυμάζειν, εἰ ὑπὸ τοσαύτης ἄρχεται πᾶσα ἡ οἰκουμένη. ὅπερ γάρ τις ἔφη τῶν λογοποιῶν περὶ τῆς Ἀσίας, λέγων ὅσην ὁ ἥλιος πορεύεται, ταύτης πάσης ἄρχειν ἄνδρα ἕνα, — οὐκ ἀληθῆ λέγων, εἰ μὴ πᾶσαν Λιβύην καὶ τὴν Εὐρώπην ἐξαίρετον ἐποιεῖτο τῶν ἡλίου δυσμῶν τε καὶ ἀνατολῶν— τοῦτο νῦν ἐξενίκησεν ἀληθὲς εἶναι, τὴν ἴσην τε ἡλίου πορείαν εἶναι κτῆσιν ὑμετέραν καὶ τὸν ἥλιον διὰ τῆς ὑμετέρας πορεύεσθαι. οὐ γὰρ σκόπελοι θαλάττιοι, οὐδὲ Χελιδονέαι καὶ Κυανέαι τὴν ὑμετέραν ἀρχὴν ὁρίζουσιν, οὐδʼ ἵππου δρόμος ἡμερήσιος ἐπὶ θάλατταν, οὐδʼ ἐπὶ τακτοῖς ὅροις βασιλεύετε, οὐδʼ ἕτερος προαγορεύει μέχρι οὗ δεῖ κρατεῖν, ἀλλʼ ἡ μὲν θάλαττα ὥσπερ ζώνη τις ἐν μέσῳ τῆς οἰκουμένης ὁμοίως καὶ τῆς ὑμετέρας ἡγεμονίας τέταται. περὶ δὲ αὐτὴν αἱ ἤπειροι μεγάλαι μεγαλωστὶ κέκλινται, πρὸς ὑμᾶς ἀεί τι ἐνθένδε πληροῦσαι. ἄγεται δὲ ἐκ πάσης γῆς καὶ θαλάττης ὅσα ὧραι φύουσι καὶ χῶραι ἕκασται φέρουσι καὶ ποταμοὶ καὶ λίμναι καὶ τέχναι Ἑλλήνων καὶ βαρβάρων. ὥστε εἴ τις ταῦτα πάντα ἐπιδεῖν βούλοιτο, δεῖ αὐτὸν ἢ πᾶσαν ἐπελθόντα τὴν οἰκουμένην οὕτω θεάσασθαι, ἢ ἐν τῇδε τῇ πόλει γενόμενον. ὅσα γὰρ παρʼ ἑκάστοις φύεται καὶ κατασκευάζεται, οὐκ ἔστιν ὡς οὐκ ἐνταῦθα ἀεὶ καὶ περιττεύει. τοσαῦται δʼ ἀφικνοῦνται δεῦρο κομίζουσαι παρὰ πάντων ὁλκάδες ἀνὰ πᾶσαν μὲν ὥραν, πᾶσαν δὲ φθινοπώρου περιτροπὴν, ὥστʼ ἐοικέναι τὴν πόλιν κοινῷ τινι τῆς γῆς ἐργαστηρίῳ. φόρτους μὲν ἀπʼ Ἰνδῶν, εἰ βούλει δὲ, καὶ τῶν εὐδαιμόνων Ἀράβων, τοσούτους ὁρᾶν ἔξεστιν ὥστε εἰκάζειν γυμνὰ τὸ λοιπὸν τοῖς ἐκεῖ λελεῖφθαι τὰ δένδρα καὶ δεῦρο δεῖν ἐκείνους ἐλθεῖν, ἐάν του δέωνται, τῶν σφετέρων μεταιτήσοντας· ἐσθῆτας δὲ