Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 14
Aristides, Aelius14 201 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
201.p6
201.p6
αὖ Βαβυλωνίους καὶ τοὺς ἐκ τῆς ἐπέκεινα βαρβάρου κόσμους πολὺ πλείους τε καὶ ῥᾷον εἰσαφικνουμένους ἢ εἰ ἐκ Νάξου ἢ Κύθνου Ἀθήναζε ἔδει κατᾶραι τῶν ἐκεῖ τι φέροντας. γεωργίαι δὲ ὑμῶν Αἴγυπτος, Σικελία, Λιβύης ὅσον ἥμερον. κατάπλοι δὲ καὶ ἀπόπλοι οὔποτε λείπουσιν. ὥστε εἶναι θαυμάσαι μὴ ὅτι περὶ τοῦ λιμένος, ἀλλὰ καὶ περὶ τῆς θαλάττης, ὅτι περ ἐξαρκεῖ ὁλκάσιν. ἀτεχνῶς δὲ ὅπερ Ἡσίοδος ἔφη περὶ τῶν τοῦ Ὠκεανοῦ περάτων, εἶναι τόπον οὗ συντετρῆσθαι πάντα εἰς μίαν ἀρχήν τε καὶ τελευτὴν, εἰς αὐτὴν συντέτρηται· καὶ πάντα ἐνταῦθα συμπίπτει, ἐμπορίαι, ναυτιλίαι, γεωργίαι, μετάλλων κάθαρσις, τέχναι ὁπόσαι εἰσί τε καὶ γεγένηνται, πάντα ὅσα γεννᾶται καὶ φύεται. ὅ τι δʼ ἂν μὴ ἐνταῦθα ἴδῃ τις, οὐκ ἔστι τῶν γενομένων, ἢ γιγνομένων· ὥστε μὴ εἶναι ῥᾴδιον διακρῖναι πότερον ἡ πόλις ὑπερέχει πλεῖον εἰς τὰς πόλεις τὰς οὔσας, ἢ ἡ ἀρχὴ τὰς ἀρχὰς τὰς πώποτε γενομένας. ἐρυθριῶ δῆτα, εἰ τοσούτων καὶ τηλικούτων εἰρημένων, εἶτα μὴ ἔχοντος τοῦ λόγου φανοῦμαι μεμνημένος ἢ βαρβαρικῆς τινος ἀρχῆς ἢ Ἑλληνικῆς δυνάμεως καὶ δοκῶ τοὐναντίον ποιήσειν τοῖς Αἰολεῦσι ποιηταῖς. ἐκεῖνοι μὲν γὰρ ἐπειδάν τι βούλωνται τῶν καθʼ αὑτοὺς φαυλίσαι, μεγάλῳ αὐτὸ παρέβαλον καὶ παρʼ ἀρχαίῳ περιφανεῖ, ἡγούμενοι μάλιστʼ ἂν οὕτως ἐξελέγξειν, ἐγὼ δὲ τὰ ὑμέτερα οὐκ ἔχων ἐπιδεικνύειν ἄλλως ὅσῳ ὑπερέχει, παραβαλῶ μικροῖς ἀρχαίοις· πάντα γὰρ ὑμεῖς καὶ τὰ μέγιστα μικρότατα ἀπεφήνατε ταῖς ὑπερβολαῖς. ἐπεὶ ἐγὼ μὲν τὰ μέγιστα ἐκλέξας ἐρῶ, ὑμεῖς δʼ ἴσως γελάσεσθε ἐπʼ αὐτοῖς.

Intertext edge

Open linked passage

Note