Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 14
Aristides, Aelius14 202 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
202.p7
202.p7
τοῦτο μὲν δὴ τὴν Περσῶν ἀρχὴν σκεψώμεθα, ἣ πάνυ ποτὲ ἐν τοῖς Ἕλλησιν ἐβεβόητο, καὶ μέγαν παρέσχετο ἐπώνυμον καλεῖσθαι τὸν ἔχοντα αὐτὴν βασιλέα—τὰς γὰρ πρὸ αὐτῆς φαυλοτέρας οὔσας ἐάσω· —καὶ πάντα ἴδωμεν ἑξῆς, τό τε μέγεθος καὶ τὰ γιγνόμενα ἐπʼ αὐτῆς. δεῖ γὰρ οὖν καὶ τοῦτο συνεξετάζειν, ὅπως αὐτοί τε ἀπέλαυον ὧν ἐκέκτηντο καὶ τοὺς ἀρχομένους παρεσκεύαζον. πρῶτον μὲν τοίνυν, ὅπερ νῦν ὑμῖν τὸ Ἀτλαντικὸν πέλαγος δύναται, τοῦτʼ ἦν ἁπλῶς τότε τῷ βασιλεῖ θάλαττα· ἐνταῦθα ὡρίζετο αὐτῷ ἡ ἀρχὴ, ὥστε Ἴωνας καὶ Αἰολέας ἐν πέρασι γῆς εἶναι τῆς ἐκείνου. εἰς δέ γε τὴν Ἑλλάδα διαβῆναί ποτε ἐπιχειρήσας ὁ τῶν ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι δυομένου βασιλεὺς τοσοῦτον ἐθαυμάσθη, ὅσον μεγάλως ἠτύχησε· καὶ τοῦτο ἐπίδειγμα ἐποιήσατο τῆς αὑτοῦ λαμπρότητος, ὅτι πολλῶν καὶ μεγάλων ἔσχε στερηθῆναι. ὁ δὴ τῆς μὲν Ἑλλάδος τοσοῦτον ἀποσχὼν τοῦ κρατῆσαι, Ἰωνίαν δὲ ἔχων ἐν ἐσχατιαῖς, ἦ που οὐκ εἰς δίσκου φορὰν λέλειπται τῆς ὑμετέρας ἀρχῆς, ἢ ὅσον τόξευμα ἐξικνεῖται, ἀλλὰ τῷ ἡμίσει παντὶ τῆς οἰκουμένης, καὶ πρὸς αὐτῇ τῇ θαλάττῃ. οὐ τοίνυν οὐδὲ μέχρι τούτων τῶν ὅρων ἐκεῖνός γε κυρίως ἀεὶ βασιλεὺς, ἀλλʼ ὅπως ἢ Ἀθηναῖοι δυνάμεως, ἢ Λακεδαιμόνιοι ἔχοιεν τύχης, νῦν μὲν ἕως Ἰώνων καὶ Αἰολέων καὶ θαλάττης βασιλεὺς, πάλιν δὲ οὐκέτι Ἰώνων, οὐδὲ ἕως θαλάττης, ἀλλʼ ἄχρι Λυδῶν, οὐχ ὁρῶν θάλατταν ἐκ τῶν πρὸς ἑσπέραν Κυανέων, ἀτεχνῶς ὥσπερ ἐν παίδων παιδιᾷ βασιλεὺς ὢν, ἄνω μένων, πάλιν κατιὼν, τῶν συγχωρησόντων βασιλεύειν δεόμενος. ἐδήλωσε δὲ ἡ σὺν Ἀγησιλάῳ δύναμις καὶ πρὸ ἐκείνου ἡ τῶν σὺν Κλεάρχῳ μυρίων, ἡ μὲν ἕως Φρυγίας ὡς διʼ οἰκείας διελθοῦσα, ἡ δὲ ὑπὲρ τὸν Εὐφράτην ὡς διʼ ἐρημίας ἀφικομένη. ἅ γε μὴν ἀπέλαυον τῆς ἀρχῆς κατὰ τὴν Οἰβάρου σοφίαν, ὃς πρῶτος εἰπεῖν λέγεται Κύρῳ δυσχεραίνοντι τὴν πολλὴν πλάνην δεῖν αὐτὸν καὶ ἀνάγκην εἶναι πανταχοῖ

Intertext edge

Open linked passage

Note