Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 14
Aristides, Aelius14 203 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
203.p8
203.p8
περιφοιτᾶν τῆς ἀρχῆς ἑκόντα τε καὶ ἄκοντα, εἰ μέλλοι βασιλεύειν, ὁρῶντα εἰς τὴν βύρσαν, ὡς ἐφʼ ἃ μὲν αὐτῆς βαίνοι ταπεινὰ ἐγίγνετο καὶ τῆς γῆς ἔψαυεν, ἀφʼ ὧν δὲ ἀπαλλάττοιτο, αὖθις ἀνίστατο καὶ πάλιν πατοῦντος ἐταπεινοῦτο. μετανάσται τινὲς βασιλεῖς καὶ Σκυθῶν τῶν νομάδων τοσοῦτον διέφερον, ὅσον οὐκ ἐφʼ ἁμαξῶν περιῄεσαν, ἀλλʼ ἐφʼ ἁρμαμαξῶν· νομάδες τινὲς βασιλεῖς καὶ πλάνητες διὰ τὴν ἀπιστίαν καὶ τὸν φόβον τῆς ἐν ταὐτῷ καθέδρας, πιέζοντες ὡς ἀληθῶς ὥσπερ τινὰ βύρσαν τὴν ἑαυτῶν χώραν καὶ τούτῳ κρατοῦντες νῦν μὲν Βαβυλῶνα, πάλιν δὲ Σοῦσα, εἶτα Ἐκβάτανα, οὐχ ὅπως ἂν ἀεὶ κατέχειν εἰδότες οὐδὲ τημελοῦντες ὥσπερ νομεῖς. καὶ γὰρ τοιαῦτα ἦν ὡς ἀληθῶς, ὥσπερ ἀπιστούντων μὴ αὑτῶν εἶναι τὴν ἀρχήν. οὐ γὰρ ὡς οἰκείων ἐφρόντιζον, οὐδὲ ηὖξον εἰς κάλλος καὶ μέγεθος οὔτε τὰς πόλεις οὔτε τὰς χώρας, ἀλλʼ ὥσπερ οἱ εἰς μὴ προσήκοντα ἐμπεσόντες αἰσχρῶς καὶ κακῶς ἀνήλισκον, τοῦτο ζητοῦντες, ὅπως ἀσθενεστάτων ἄρξουσι, καὶ ὥσπερ ὑπὲρ μιαιφονιῶν ἁμιλλώμενοι πρὸς ἀλλήλους ὁ δεύτερος ἀεὶ τὸν πρότερον κατὰ τοὺς πεντάθλους ὑπερβαλεῖν ἐπειρᾶτο. καὶ ἦν ἀγώνισμα ὡς πλείστους ἀποσφάξαι καὶ ὡς πλείστους ἀναστάτους ποιῆσαι οἴκους καὶ δήμους καὶ ὅρκους ὡς πλείστους ψεύσασθαι· ταῦτά τε δὴ τῆς περιβλέπτου δυνάμεως ἀπέλαυον καὶ ἃ τούτοις αὖ παρέπεσθαι φύσεως νόμος διέταξε, μίση καὶ ἐπιβουλὰς ἐκ τῶν οὕτω διατεθειμένων καὶ ἀποστάσεις καὶ μάχας ἐν ἀλλήλοις καὶ συνεχεῖς ἔριδας καὶ ἀπαύστους φιλονεικίας. αὐτοὶ μὲν δὴ ταῦτα ἀπέλαυον, ὥσπερ ἐκ κατάρας μᾶλλον ἄρχοντες ἢ κατʼ εὐχὴν, οἱ δὲ ἀρχόμενοι πάντα ἃ τοὺς ὑπὸ τῶν τοιούτων ἀρχομένους ἀνάγκη, σχεδὸν δέ τι καὶ προείρηται. φοβερὸν μὲν γὰρ ἦν γονεῦσι παιδὸς εὐμορφία, φοβερὸν δὲ γυναικὸς ἀνδρί· ἔδει δὲ

Intertext edge

Open linked passage

Note