Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 14
Aristides, Aelius14 206 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
206.p12
206.p12
παράπαν Ὠκεανὸν, μηδὲ περιρρεῖν τὴν γῆν, ποιητὰς δʼ εὑρόντας τοὔνομα ψυχαγωγίας ἕνεκα εἰς ποίησιν θεῖναι, τοῦτον οὕτως καλῶς ἀνεύρετε ὥστε οὐδὲ ἡ ἐνταῦθα νῆσος ὑμᾶς διέφυγε. τοσαύτη δὲ οὖσα καὶ τηλικαύτη τὸ μέγεθος ἡ ἀρχὴ πολὺ μείζων ἐστὶ τῇ ἀκριβείᾳ ἢ τῷ κύκλῳ τῆς χώρας. οὐ γὰρ Μυσοὶ τὴν βασιλείαν ἔχουσιν οὐδὲ Σάκαι οὐδὲ Πισίδαι οὐδʼ ἄλλοι μέσοι, οἱ μὲν βίᾳ εἰσῳκισμένοι, οἱ δὲ ἀποστάντες, ληφθῆναι δʼ οὐ δυνάμενοι, οὐδʼ ἀκούει μὲν ἡ βασιλέως γῆ, ἔστι δὲ πάντων τῶν ἔχειν αὐτὴν δυναμένων, οὐδὲ σατράπαι μάχονται πρὸς ἀλλήλους ὥσπερ οὐκ ὄντος αὐτοῖς βασιλέως, οὐδὲ πόλεις αἱ μὲν πρὸς τούτους, αἱ δὲ πρὸς ἐκείνους διίστανται, καὶ εἰς μὲν τὰς ἐκπέμπονται φρουροὶ, ἐκ δὲ τῶν ἐκπίπτουσιν, ἀλλʼ ὥσπερ αὐλῆς περίβολος ἐκκεκαθαρμένος, οὕτως ἅπασα ἡ οἰκουμένη χοροῦ ἀκριβέστερον ἓν φθέγγεται, συνευχομένη μένειν τὸν ἅπαντα αἰῶνα τήνδε τὴν ἀρχήν· οὕτως καλῶς ὑπὸ τοῦδε τοῦ κορυφαίου ἡγεμόνος συγκροτεῖται. ὑπὸ πάντων δὲ πανταχοῦ ἴσον ἄρχεται, καὶ οἱ μὲν ἐν τοῖς ὄρεσι κατῳκισμένοι ταπεινότεροι τῶν ἐν τοῖς κοιλοτάτοις πεδίοις πρός γε τὸ μὴ ἀντιτάττεσθαι, οἱ δὲ τῶν πεδίων τῶν εὐδαιμόνων κληροῦχοί τε καὶ οἰκήτορες ὑμέτεροι γεωργοί. ἤπειρος δὲ καὶ νῆσος οὐδὲν ἐπιδιακέκριται, ἀλλʼ ὥσπερ μία χώρα συνεχὴς καὶ ἓν φῦλον ἅπαντα ὑπακούει σιωπῇ. πάντα δὲ ἐξ ἐπιτάγματος καὶ νεύματος τελεῖται ῥᾷον ἤ τις ἂν χορδὴν ψήλειε, κἄν τι γενέσθαι δέῃ, ἀπόχρη δόξαι, καὶ πέπρακται. οἱ δὲ ἄρχοντες οἱ πεμπόμενοι ἐπὶ τὰς πόλεις τε καὶ τὰ ἔθνη τῶν μὲν ὑφʼ ἑαυτοῖς ἕκαστοι ἄρχοντές εἰσι, τὰ δὲ πρὸς αὑτούς τε καὶ πρὸς ἀλλήλους ὁμοίως ἅπαντες ἀρχόμενοι. καὶ δὴ καὶ τοῦτο φαίη τις ἂν αὐτοὺς τῶν ἀρχομένων διαφέρειν, ὅτι πρῶτοι δεικνύουσιν ὅπως ἄρχεσθαι προσῆκε· τοσοῦτος ἅπασιν ἐνέστακται φόβος τοῦ μεγάλου ἄρχοντος καὶ τὰ πάντα

Intertext edge

Open linked passage

Note