Orationes 14
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
207.p13
207.p13
πρυτανεύοντος. ὥστε μᾶλλον μὲν ἐκεῖνον εἰδέναι νομίζουσιν ἃ πράττουσιν ἢ σφᾶς αὐτοὺς, μᾶλλον δὲ δεδίασι καὶ αἰδοῦνται ἢ τὸν δεσπότην ἄν τις τὸν αὑτοῦ παρόντα καὶ ἐφεστηκότα καὶ κελεύοντα. οὐδεὶς δὲ ἐφʼ ἑαυτῷ τηλικοῦτον φρονεῖ, ὅστις τοὔνομα ἀκούσας μόνον οἷός τʼ ἐστὶν ἀτρεμεῖν, ἀλλʼ ἀναστὰς ὑμνεῖ καὶ σέβει καὶ συνεύχεται διπλῆν εὐχὴν, τὴν μὲν ὑπὲρ αὑτοῦ τοῖς θεοῖς, τὴν δὲ αὐτῷ ἐκείνῳ περὶ τῶν ἑαυτοῦ. εἰ δέ τι καὶ μικρὸν ἐνδοῖεν περὶ δίκας τε καὶ ἀξιώσεις, ἢ κοινὰς ἢ ἰδίας τῶν ἀρχομένων, εἴ τινες ἄρα ἄξιοι εἶεν, ὡς ἐκεῖνον ἐκπέμπουσιν εὐθὺς ἐρωτῶντες τί δεῖ ποιεῖν, καὶ μένουσιν ἔς τʼ ἂν ἀποσημήνῃ, οὐχ ἧττον ἢ διδάσκαλον χορός. ὥστε οὐδὲν δεῖ φθείρεσθαι περιιόντα τὴν ἀρχὴν ἅπασαν, οὐδʼ ἄλλοτε ἐν ἄλλοις γιγνόμενον τὸ καθʼ ἕκαστον βεβαιοῦσθαι, ὁπότε σφίσι τὴν γῆν πατοίη· ἀλλʼ εὐμάρεια πολλὴ καθημένῳ πᾶσαν ἄγειν τὴν οἰκουμένην διʼ ἐπιστολῆς. αἱ δὲ μικρὸν φθάνουσι γραφεῖσαι καὶ πάρεισιν ὥσπερ ὑπὸ πτηνῶν φερόμεναι. ὃ δὲ πάντων ἄξιον ἄγασθαί τε καὶ θαυμάζειν καὶ χάριν ἐκτίνειν καὶ λόγῳ καὶ ἔργῳ, τοῦτο νῦν εἰρήσεται. τοσαύτην μὲν γὰρ ἔχοντες τὴν ἀρχὴν, οὕτω δʼ ἐγκρατῶς καὶ κατὰ πολλὴν ἐξουσίαν ἄρχοντες, ἐκεῖνο καὶ πολὺ μάλιστα νενικήκατε, ὃ παντελῶς ὑμῶν ἐστιν ἴδιον· μόνοι γὰρ τῶν πώποτε ἐλευθέρων ἄρχετε, καὶ οὐ Καρία δέδοται Τισσαφέρνει, οὐδὲ Φρυγία Φαρναβάζῳ, οὐδὲ Αἴγυπτος ἑτέρῳ, οὐδʼ ὥσπερ οἶκος τοῦ δεῖνος ἀκούει τὸ ἔθνος, ὅτῳ παρεδόθη δουλεύειν, οὐδὲ αὐτῷ ὄντι ἐλευθέρῳ, ἀλλʼ ὥσπερ οἱ ἐν ταῖς κατὰ μίαν πόλεσιν, οὕτω καὶ ὑμεῖς ὥσπερ ἐν μιᾷ πόλει πάσῃ τῇ οἰκουμένῃ πολιτευόμενοι τοὺς ἄρχοντας καθίστατε ἐπʼ αὐτοῖς, οἷον ἐξ ἀρχαιρεσιῶν ἐπὶ προστασίᾳ καὶ προνοίᾳ τῶν ἀρχομένων, οὐκ ἐπὶ τῷ δεσπότας εἶναι. ὥστε ὑποχωρεῖ μὲν ἄρχων ἄρχοντι, ὅταν αὐτοῦ ὁ χρόνος ἐξήκῃ, καὶ οὐδʼ ἂν ἀπαντήσειε ῥᾳδίως· τοσοῦτον ἀπέχει τοῦ διενεχθῆναι ἄγαν, ὡς αὐτοῦ τῆς χώρας