Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 14
Aristides, Aelius14 208 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
208.p14
208.p14
οὔσης. ἔκκλητοι δὲ ὥσπερ ἔφεσις ἐκ δημοτῶν εἰς δικαστήριον σὺν οὐκ ἐλάττονι τῶν δεξαμένων φόβῳ περὶ τῆς κρίσεως ἢ τῶν ποιουμένων γίγνονται. ὥστε φαίη τις ἂν τοσαῦτα ἄρχεσθαι τοὺς νῦν ὑπὸ τῶν πεμπομένων, ὁπόσα ἂν αὐτοῖς ἀρέσκῃ. πῶς οὖν ταῦτα οὐκ ἐν τοῖς ἐπέκεινα πάσης δημοκρατίας; οὔκουν ἐκεῖ ἔξεστι μετὰ τὴν ἐν τῇ πόλει ψῆφον ἐνεχθεῖσαν ἐλθεῖν ἄλλοσε οὐδʼ ἐπʼ ἄλλους δικαστὰς, ἀλλὰ στέργειν ἀνάγκη τοῖς ἐγνωσμένοις, εἰ μή τις ἐστὶ μικρὰ πόλις, ὥστε προσδεῖσθαι δικαστῶν ὑπερορίων παρὰ τὴν ἀξίαν, ἢ καὶ διώκοντα μὴ κρατήσαντα, μηδὲ τῷ νενικῆσθαι· ἀλλὰ μένει δικαστὴς ἕτερος μέγας, ὃν οὔποτε οὐδὲν ἐκφεύγει τῶν δικαίων· κἀνταῦθα δὴ πολλὴ καὶ εὐσχήμων ἰσότης μικροῦ πρὸς μέγαν καὶ ἀδόξου πρὸς ἔνδοξον καὶ πένητος δὴ πρὸς πλούσιον καὶ γενναῖον ἀγεννοῦς, καὶ τὸ τοῦ Ἡσιόδου συμβαίνει, ῥεῖα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει οὗτος ὁ δικαστής τε καὶ ἡγεμὼν, ὅπως ἂν τὸ δίκαιον ἄγῃ, ὥσπερ πνεῦμα ἐν νηὶ, οὐ δή που πλουσίῳ μὲν μᾶλλον, πένητι δὲ ἧττον χαριζόμενόν τε καὶ παραπέμπον, ἀλλʼ ὅτῳ γένοιτο ἀεὶ, τοῦτον ὁμοίως ὠφελοῦν.
208.p15
208.p15
δίειμι δὴ καὶ τὰ Ἑλληνικὰ, ἐπειδήπερ ἐνταῦθα ἐγενόμην τοῦ λόγου, αἰσχυνόμενος μὲν καὶ δεδιὼς μὴ δόξω μικρολογεῖσθαι. οὐ μὴν ἀλλʼ, ὅπερ ἀρτίως εἶπον, οὐκ ἴσα ἴσοις παραβάλλων δίειμι, ἀλλʼ οὐκ ὄντων ἑτέρων παραδειγμάτων ἀναγκάζομαι τοῖς οὖσι χρῆσθαι. εἶτα καὶ γελοῖον τοῦτο μὲν αὐτὸ θαυμάζειν καὶ δεικνύειν ὅτι οὐκ ἔστιν εὑρεῖν ἴσα τοῖς ὑμετέροις ἕτερα οὐδʼ ἐγγὺς, ἀλλὰ πάντα ὑπὸ τούτων ἀποκρύπτεται, περιμένειν δὲ τηνικαῦτα παρεξετάσαι, ὁπηνίκα ἴσων ἔχοιμεν μνημονεῦσαι, οὐκ οἶμαί γε δεῖν, ὅτι γε οὐδὲ θαυμαστὰ ὁμοίως ἂν ἦν, εἴ τινα εἴχομεν εἰπεῖν ὅμοια. καὶ μὴν οὐδʼ ἐκεῖνό γε ἀγνοῶ, ὅτι ταῦτʼ ἔτι φαυλότερα ὧν ἀρτίως ἐξήτασα περιβολῇ τε

Intertext edge

Open linked passage

Note