Orationes 14
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
210.p17
210.p17
ἑαυτοῖς ὑφέξοντες λόγον, κληρούχων τε σφίσιν ἐπὶ τὴν γῆν πεμπομένων καὶ παρὰ τοὺς φόρους ἀργυρολόγων, εἴ που χρεία κατάσχοι ἑτέρα· προσέτι τάς τε ἀκροπόλεις ἐλευθέρας ἔχειν οὐ δυνάμενοι καὶ ἐπὶ τοῖς δημαγωγοῖς ὄντες τοῖς ἐκείνων, εὖ καὶ χεῖρον φρονοῦσιν ὁμοίως, στρατεύσασθαί τε ἀναγκαζόμενοι στρατείας οὐκ ἀναγκαίας ἐν ἱερομηνίαις καὶ ἑορταῖς πολλάκις, ὡς δʼ εἰπεῖν ἁπλῶς, οὐδὲν τηλικοῦτον τῆς προστασίας ἀπολαύοντες ἀνθʼ ὅτου ταῦτα ἄξιον ἦν ὑπομεῖναι. δυσχεραίνοντες δʼ ἐκ τούτων τοὺς Ἀθηναίους οἱ πολλοὶ καὶ πρὸς τοὺς Λακεδαιμονίους πάλιν μεταστάντες τὸν αὐτὸν τρόπον ὅνπερ πρότερον ἀπʼ ἐκείνων πρὸς τοὺς Ἀθηναίους, ὑπʼ ἐκείνων πάλιν ἐξηπατήθησαν. προειπόντες γὰρ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας πολεμήσειν Ἀθηναίοις καὶ τούτῳ προσαγόμενοι τοὺς πολλοὺς, ἐπειδὴ καθεῖλον ἐκεῖνοι τὰ τείχη καὶ κύριοι τῶν πραγμάτων καὶ τοῦ ταῦτα ποιεῖν ἐγένοντο, τοσοῦτον ὑπερεβάλλοντο ὥστε τυραννίδας ἐν πάσαις ταῖς Ἑλληνίσι πόλεσι κατέστησαν, ἃς προσεῖπον εὐφήμως δεκαρχίας· καὶ μίαν καθελόντες τὴν Ἀθηναίων δυναστείαν πολλὰς τὰς παρʼ αὑτῶν ἀντεισῆγον, αἳ οὐκ Ἀθήνησιν οὐδʼ ἐν Σπάρτῃ διὰ τέλους κακῶς ἐποίουν τοὺς ἀρχομένους, ἀλλʼ ἐν αὐτοῖς τοῖς σφετέροις ἑκάστου χωρίοις συνεχῶς ἱδρυμέναι καὶ οἷον συμπεπλεγμέναι. ὥστʼ εἰ ἀρχόμενοι τοῦ πολέμου προεῖπον τοῖς Ἕλλησιν ὅτι ὑπὲρ τούτου πολεμήσουσιν Ἀθηναίοις, ὅπως μείζω καὶ πλείω σφᾶς ἐκείνων κακὰ ἐργάσαιντο καὶ δείξαιεν ἐλευθερίαν αὐτοῖς ὄντα τὰ ἀπʼ ἐκείνων, μὴ ἂν αὐτοὺς ἄμεινον βεβαιῶσαι τὴν ἐπαγγελίαν. καὶ γὰρ οὖν ἡττῶντο μὲν εὐθέως ἑνὸς φυγάδος, κατελείποντο δὲ ὑπὸ Θηβαίων, ἐμισοῦντο δὲ ὑπὸ Κορινθίων, ἐπίμπλατο δὲ ἡ θάλαττα τῶν ἁρμοστῶν ἐκπιπτόντων, ἅτε ἀναρμόστων καὶ οὐ κατὰ τοὔνομα ἐγκατασταθέντων τε καὶ ἐχόντων τὰς