Orationes 14
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
211.p18
211.p18
πόλεις. ἐπειδή τε τοῖς ἐκείνων ἀδικήμασι καὶ τῷ μίσει τῷ διὰ ταῦτα εἰς αὐτοὺς παρὰ τῶν Ἑλλήνων αὐξηθέντες Θηβαῖοι ἐκράτησαν αὐτῶν τὴν ἐν Λεύκτροις μάχην, ὁμοῦ τε Λακεδαιμόνιοι ἐκποδὼν ἦσαν καὶ Θηβαίους οὐδεὶς αὖ φέρειν ἠδύνατο μίαν μάχην εὐτυχήσαντας. ἀλλά τοι ἐφάνθη λυσιτελοῦν ἔτι τὴν Καδμείαν ἀνέχεσθαι μᾶλλον ἢ κεκρατηκέναι Λακεδαιμονίων, οὕτως ἐμισήθησαν. καὶ ταῦτα οὐ δή που κατηγορίας ἕνεκα κοινῆς τῶν Ἑλλήνων συνεσκευασάμην, ὥσπερ ὁ θαυμαστὸς ἐκεῖνος ὁ τὸν Τρικάρανον ποιήσας, μήποτε ἀνάγκη τοσαύτη γένοιτο, ἀλλʼ ἐκεῖνο ἐπιδεικνύναι βούλομαι ὅτι οὔπω πρὸ ὑμῶν ἦν τὸ ἄρχειν εἰδέναι· εἰ γὰρ ἦν, ἐν τοῖς Ἕλλησιν ἦν ἂν, οἳ πλεῖστον δή που τῶν γε ἄλλων σοφίᾳ διήνεγκαν· ἀλλὰ καὶ τοῦτο ὑμέτερόν ἐστιν εὕρημα καὶ ὁμοῦ τοῖς ἄλλοις ἐπεισελθόν. ἐπεὶ τό γε λεχθὲν ἐπʼ Ἀθηναίων κινδυνεύει καὶ περὶ πάντων εἴ τις εἴποι τῶν Ἑλλήνων ἀληθὲς εἶναι, ἐπεὶ τοῖς μὲν ἄρχουσιν ἀντιστῆναι καὶ κρατῆσαι Πέρσας καὶ Λυδοὺς καὶ πλοῦτον καὶ πόνους ὑπενεγκεῖν ἀγαθοὶ παντὸς μᾶλλον ἦσαν, ἄρχειν δὲ αὐτοὶ ἔτι ἀπαίδευτοι ἦσαν, πειρώμενοί τε ἐσφάλλοντο. καὶ πρῶτον μὲν φρουροὺς εἰσέπεμπον εἰς τὰς πόλεις, οἳ τῶν μὲν ἐπιχωρίων ἑκάστων καὶ εἰς οὓς ἐπέμποντο οὐκ ἐλάττους ἀεὶ δήπουθεν ἦσαν· ὑπόνοιαν δὲ ἐποίουν καὶ τοῖς μήπω φρουρουμένοις ὡς πάντα πρὸς ἰσχὺν καὶ βίαν ἄγοντες. ἀμφότερα οὖν συνέβαινε, μήτε τὰς πόλεις ἀσφαλῶς ἔχειν καὶ προσέτι μισεῖσθαι καὶ τὰ κακὰ τῆς ἀρχῆς ἀντὶ τῶν τῆς ἀρχῆς ἀγαθῶν καρποῦσθαι, τὴν μὲν πλεονεξίαν οὐ βέβαιον, τὴν δὲ τῆς πλεονεξίας δόξαν ἰσχυρὰν ἔχοντας. ἔπειτα τί πρὸς τούτοις συνέβαινε διασπωμένους ἀεὶ καὶ διαιρουμένους ἀσθενεστέρους τὰ οἴκοι γίγνεσθαι καὶ μὴ ἱκανοὺς τὴν ἑαυτῶν σώζειν, διὰ τὸ ζητεῖν τὴν ἑτέρων ἔχειν. οὔτʼ οὖν ὧν ἄρχειν ἐφίεντο ὑπερβαλέσθαι τότε ἠδύναντο πλήθει τούτων ὧν ἔπεμπον οὔθʼ ἑαυτοῖς τὸ μένειν ἴσοις κατέλιπον, ἀλλʼ ἦσαν ἐλάττους μὲν ἔξω, ἐλάττους δὲ οἴκοι, καὶ