Orationes 14
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
212.p19
212.p19
τὸ προϊέναι τὴν ἀρχὴν αὐτοῖς εἰς ἄπορον καθίστατο οὐκ ἔχουσι τὰ τελευταῖα διʼ ὅτων αὐτὴν καθέξουσιν· ὥστε τοὔμπαλιν ἔσπευδον ὧν ἐδέοντο. καὶ ἦν τὸ μὲν προχωρεῖν αὐτοῖς ἃ ἐβούλοντο ἀμήχανον καὶ κατάρας ἐγγὺς, τὸ δὲ μὴ προχωρεῖν κουφότερόν τε καὶ ἥττους ἔχον τοὺς φόβους. οὐδὲν γὰρ ἄλλο ἢ διοικιζομένοις ἐῴκεσαν ἀντὶ ἀρχόντων καὶ πονοῦσιν ὑπὲρ τοῦ πονεῖν. ἅμα γὰρ τῷ τέλει τὸ κεφάλαιον εὐθὺς ἐλάνθανε λυόμενον, καὶ πάλιν εἰς ταυτὸ κατὰ τοὺς ποιητὰς κατῄει. ἔτι δʼ οὔτʼ ἰσχύειν αὐτοῖς συνέφερε τοὺς ἀρχομένους διὰ τὰς ἐπιβουλὰς οὔτʼ ἀσθενεῖς εἶναι διὰ τοὺς παρὰ τῶν ἔξωθεν αὖ πολέμους καὶ ὅπως ᾖ τι πλέον τῆς συμμαχίας, ἀλλʼ ἐπεπόνθεσαν πρὸς αὐτοὺς παραπλήσιον ὅπερ οἱ ἐν ταῖς παιδιαῖς τῇ μὲν εἰς τοὔμπροσθεν ἄγοντες, τῇ δʼ εἰς τοὔπισθεν ἀνθέλκοντες, οὐκ ἔχοντες ὅ τι χρήσονται, ἀλλʼ οἷον εἶναί τε καὶ μὴ εἶναι αὐτοὺς βουλόμενοι αὐτοὶ μεταχειριζόμενοί τε καὶ ἄγοντες, ἐν οἷς σπεύδουσιν εἰπεῖν οὐκ ἔχοντες. τὸ δὲ πάντων γελοιότατόν τε καὶ ἀτοπώτατον, ἐπὶ γὰρ τοὺς ἀφισταμένους αὐτῶν τοὺς λοιποὺς ἐν νῷ τὸ αὐτὸ ποιεῖν ἔχοντας ἠνάγκαζον ἰέναι, παραπλήσιον ποιοῦντες ὥσπερ ἂν εἰ αὐτοὺς τοὺς ἀφεστηκότας ἐφʼ ἑαυτοὺς ἔπειθον ἰέναι, καὶ οὐκ ἐλογίζοντο τοὺς τῆς ἐκείνων ὄντας μερίδος τούτους ἐπʼ αὐτοὺς ἄγοντες, οἷς οὐκ ἐλυσιτέλει δή που καθʼ αὑτῶν καταδεικνύναι τὸ τοῖς ἄλλοις σπουδῇ βοηθεῖν. ὥστε κἀνταῦθα τοὐναντίον ἢ ἐβούλοντό τε καὶ συνέφερε διεπράττοντο· βουλόμενοι γὰρ τοὺς ἀφισταμένους προσάγεσθαι καὶ τοὺς παραμένοντας ἂν ἐποίουν ἀφίστασθαι. ἐδείκνυσαν γὰρ αὐτοῖς ὅτι μένοντες μὲν ἐπʼ ἀλλήλους ὑπάρξουσιν αὐτοῖς, κοινῇ δʼ ἅπαντες ἀποστάντες ἐλεύθεροι βεβαίως ἔσονται· οὐ γὰρ καταλείψουσι τελευτῶντες διʼ ὧν ληφθήσονται. ὥστε τοσούτῳ περὶ αὑτοὺς ἦσαν φαυλότεροι τῶν ἀπίστων