Orationes 14
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
215.p24
215.p24
μέγιστοι καὶ δυνατώτατοι τὰς ἑαυτῶν πατρίδας ὑμῖν φυλάττουσι· καὶ διπλῇ τὰς πόλεις ἔχετε, ἐνθένδε τε καὶ παρʼ αὐτῶν ἑκάστας. φθόνος δὲ οὐδεὶς ἐπιβαίνει τῆς ἀρχῆς· αὐτοὶ γὰρ ὑπήρξατε τοῦ μὴ φθονεῖν, ἅπαντα εἰς τὸ μέσον καταθέντες καὶ παρασχόντες τοῖς δυναμένοις μὴ ἄρχεσθαι μᾶλλον ἢ ἄρχειν ἐν τῷ μέρει. οὐ τοίνυν οὐδὲ μῖσος ἐκ τῶν ἀπολειπομένων ὕπεισι· διὰ γὰρ τὸ κοινὴν εἶναι τὴν πολιτείαν καὶ οἷον πόλεως μιᾶς, εἰκότως οὐχ ὡς ἀλλοτρίων, ἀλλʼ ὡς οἰκείων ἄρχοντες ἄρχουσιν. ἔτι δὲ καὶ μέτεστιν αὐτῇ πᾶσιν ἄδεια τοῖς πλήθεσιν ἐκ τῶν παρʼ αὐτοῖς δυνατῶν, ἡ παρʼ ὑμῶν ἐπʼ αὐτοὺς, ἐάν τι τολμῶσι παρακινεῖν, εὐθὺς ἥξουσα ὀργή τε καὶ τιμωρία· οὕτω καὶ πένησι καὶ πλουσίοις εἰκότως τὰ παρόντα καὶ ἀρέσκει καὶ συμφέρει, καὶ ἄλλως οὐ λέλειπται ζῆν· καὶ γέγονε μία ἁρμονία πολιτείας ἅπαντας συγκεκλεικυῖα. καὶ τὸ πρόσθεν δοκοῦν οὐ δυνατὸν εἶναι συμβῆναι συνῆλθεν ἐφʼ ὑμῶν, κράτος ἀρχῆς ἅμα καὶ φιλανθρωπίας, καὶ μεγάλης γε, καὶ οὐκ ἐνὸν ἄρχειν ἐγκρατεῖς. οὕτω δὴ καθαραὶ μὲν φρουρῶν πόλεις, μόραι δὲ καὶ ἶλαι ἀποχρῶσιν ἐθνῶν ὅλων εἶναι φυλακὴ, καὶ οὐδʼ αὐταὶ κατὰ τὰς πόλεις ἑκάστῳ τῶν γενῶν πολλαὶ ἱδρυμέναι, ἀλλʼ ἐν ἀριθμῷ τῶν ἄλλων ἐνεσπαρμέναι ταῖς χώραις· ὥστε πολλὰ τῶν ἐθνῶν ἀγνοεῖν ὅπου ποτʼ ἐστὶν αὐτοῖς ἡ φρουρά. εἰ δέ που πόλις διʼ ὑπερβολὴν μεγέθους ὑπερῆρκε τὸ δύνασθαι σωφρονεῖν καθʼ αὑτὴν, οὐδὲ τούτοις ἐφθονήσατε τῶν ἐπιστησομένων τε καὶ διαφυλαξόντων. καὶ γάρ τοι ἥδιον μὲν ὑμῖν ἅπαντες ἀποπέμπουσι τοὺς φόρους ἢ παρʼ ἄλλων ἄν τινες αὐτῶν λαμβάνοιεν· εἰκότως. ἄρχειν μὲν γὰρ οἷς μὴ δύναμις οὐ σωτήριον, ἄρχεσθαι δʼ ὑπὸ τῶν κρειττόνων ὁ δεύτερος, φασὶ, πλοῦς, ὑπὸ δὲ ὑμῶν νῦν καὶ πρῶτος ἀπεφάνθη. ἅπαντες οὖν ἀπρὶξ ἔχονται καὶ οὐ πρότερον ἀξιώσαιεν ἂν ἀποστῆναι ἢ οἱ πλέοντες ἂν τοῦ