Orationes 14
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
216.p25
216.p25
κυβερνήτου· ἀλλʼ οἷον αἱ νυκτερίδες ἐν τοῖς ἄντροις ἀλλήλων τε καὶ λίθων ἔχονται προσπεφυκυῖαι, οὕτως ὑμῶν ἅπαντες ἐξήρτηνται σὺν πολλῷ φόβῳ καὶ προνοίᾳ μή τις ἀποπέσοι τούτου τοῦ ὁρμαθοῦ· καὶ πρότερον ἂν δείσαιεν μὴ ὑφʼ ὑμῶν καταλειφθῶσιν ἢ ὑμᾶς ἂν αὐτοὶ καταλίποιεν. ἀντὶ δὲ ἀμφισβητήσεως ἀρχῆς τε καὶ πρωτείων, ὑφʼ ὧν ἅπαντες οἱ πρότερον συνερρήγνυντο πόλεμοι, οἱ μὲν ὥσπερ ὕδωρ ἀψοφητὶ ῥέον ἥδιστα ἡσυχάζουσιν, ἄσμενοι πόνων παυσάμενοι καὶ κακῶν, μετεγνωκότες ὡς ἄρα ἄλλως ἐσκιαμάχουν, οἱ δʼ οὐδʼ ἥν ποτε ἦρξαν ἴσασιν οὐδʼ ἀναμιμνήσκονται, ἀλλʼ ἀτεχνῶς κατὰ τὸν Παμφύλου μῦθον, εἰ δὲ μὴ, Πλάτωνος, οἷον ἐπὶ τῇ πυρᾷ ἤδη κείμεναι αἱ πόλεις ὑπὸ τῆς πρὸς ἀλλήλας ἔριδος καὶ ταραχῆς ἀθρόαν ἐδέξαντο τὴν ἡγεμονίαν καὶ ἐξαίφνης ἀνεβίωσαν. ὅπως δὲ εἰς τοῦτο ἀφίκοντο οὐκ ἔχουσιν εἰπεῖν, οὐδʼ ἴσασιν οὐδὲν πλὴν τὰ παρόντα θαυμάζειν, ἀλλὰ πεπόνθασιν οἷον οἱ ἀφυπνισθέντες καὶ ἀντὶ τῶν ὀνειράτων ὧν ἀρτίως ἑώρων ἐξαίφνης ταῦτα παριδόντες καὶ ἐν αὐτοῖς γενόμενοι. πόλεμοι δὲ οὐδʼ εἰ πώποτε ἐγένοντο ἔτι πιστεύονται, ἀλλʼ ἐν ἄλλως μύθων τάξει τοῖς πολλοῖς ἀκούονται, εἰ δέ που καὶ συμπλακεῖεν ἐπʼ ἐσχατιαῖς, οἷα εἰκὸς ἐν ἀρχῇ μεγάλῃ καὶ ἀμετρήτῳ παρανοίᾳ Γετῶν ἢ δυστυχίᾳ Λιβύων ἢ κακοδαιμονίᾳ τῶν περὶ τὴν ἐρυθρὰν θάλατταν, ἀγαθοῖς παροῦσι χρήσασθαι μὴ δυναμένων, ἀτεχνῶς ὥσπερ μῦθοι ταχέως αὐτοί τε παρῆλθον καὶ οἱ περὶ αὐτῶν λόγοι· τοσαύτη ἄρʼ ὑμῖν εἰρήνη, κἂν ᾖ πάτριον πολεμεῖν. οὐ γὰρ οἱ χθὲς σκυτοτόμοι καὶ τέκτονες τήμερον ὁπλῖται καὶ ἱππεῖς, οὐδʼ ὥσπερ ἐπὶ σκηνῆς στρατιώτης μετεσκεύασται ὃς ἀρτίως ἦν γεωργὸς, οὐδʼ οἷον ἐν οἰκίᾳ πενιχρᾷ οἱ αὐτοὶ ὀψοποιοὶ, οἰκουροῦσι, στρωννύουσιν, οὐχ οὕτως καὶ ὑμεῖς ἀνεμίξατε· οὐδὲ τοὺς ἐπʼ ἄλλων ὄντας στρατιώτας ὑπὸ τῆς χρείας γενήσεσθαι ἀνεμείνατε, οὐδʼ ἐπετρέψατε τοῖς πολεμίοις συγκαλεῖν ὑμᾶς.