Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 14
Aristides, Aelius14 218 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
218.p27
218.p27
τήνδε τὴν λειτουργίαν· καὶ ὡς εὕρετε, ὁμοῦ τῆς τε πατρίδος ἀπηλλάξατε καὶ τὴν ὑμετέραν αὐτῶν πόλιν ἀντέδοτε αὐτοῖς· ὥστε καὶ αἰσχυνθῆναι τὸ λοιπὸν αὐτοὺς ἐκείνους γʼ ἂν εἰπεῖν, ὅθεν ἦσαν τὸ ἀρχαῖον. ποιησάμενοι δὲ πολίτας, οὕτως καὶ στρατιώτας ἐποιήσατε ὥστε τούς τε ἀπὸ τῆς πόλεως μὴ στρατεύεσθαι καὶ τοὺς στρατευομένους μηδʼ ὁτιοῦν ἧττον εἶναι πολίτας, τῆς μὲν ἀρχαίας ἀπόλιδας γεγενημένους ἅμα τῇ στρατείᾳ, τῆς δʼ ὑμετέρας πολίτας τε καὶ φρουροὺς ἀπὸ τῆς αὐτῆς ἡμέρας. καὶ πάντες τε οὕτως ἕπονται καὶ πόλις οὐδεμία δυσμεναίνει, ἀλλὰ τοσούτους γε ἀφʼ ἑκάστων ᾐτήσατε, ὅσοι μήτε τοῖς διδοῦσιν ἔμελλον ἄχθος ποιήσειν μήτε αὐτάρκεις ἔσεσθαι πλήρωμα ἑνὸς οἰκείου στρατεύματος παρασχέσθαι· ὥστε εὔνοιαν μὲν ἅπασαν ἔχειν τὰς πόλεις τοῖς ἐκπεμφθεῖσιν, ὡς κοινοῖς ἑαυτῶν, ἰδίᾳ δὲ ἑκάστῃ μηδʼ ἡντινοῦν εἶναι δύναμιν ἀπὸ τῶν αὑτῆς, μηδὲ βλέπειν ἄλλοσε τοὺς ἐξελθόντας ἢ πρὸς ὑμᾶς, διὰ τὸ πρὸς τοῦτο μόνον καλῶς συντετάχθαι. καὶ μὴν τούς γε ἐπιτηδειοτάτους ἑκασταχόθεν ἐπιλέξαντες κέρδος οὐ μικρὸν τοῦτο εὕρεσθε· οὐ γὰρ ᾤεσθε δεῖν ἐπὶ μὲν τὰς πανηγύρεις καὶ τοὺς στεφανίτας ἀγῶνας τοὺς ἄριστα πεφυκότας καὶ τοῖς σώμασι προὔχοντας ἐγκριθέντας ἀσκεῖσθαι, τοὺς δὲ τῶν μεγίστων καὶ ἀληθινῶν ἔργων ἀγωνιστὰς καὶ νικηφόρους ἐσομένους ὁπόσοις ἂν τύχῃ νικᾶν ὑπὲρ ἀρχῆς τοιαύτης, τούτους δὲ ἐπὶ καιροῦ συνελθεῖν καὶ μὴ πόρρωθεν τοὺς μεγίστους τε καὶ μάλιστα ἐπιτηδειοτάτους ἐξ ἁπάντων ἐπιλεχθέντας ἀσκεῖσθαι, ὅπως εὐθὺς ἑστῶτες ὑπερέχοιεν. τούτους δὴ ἄρα καθάραντες καὶ φυλοκρινήσαντες τὸ κοινὸν τῶν ἀρχόντων, οὐ χωρὶς ὧν εἶπον οὐδʼ ὥστε φθονεῖν ἐξεῖναι μᾶλλον τοῖς ἄλλοις τοῖς ἐπὶ τῆς πόλεως μένουσιν, ἅτε οὐκ οὖσιν ὁμοτίμοις τὸ ἀρχαῖον, ἀλλʼ ἐν τιμῆς αὐτοὺς μέρει λήψεσθαι τὴν μετουσίαν τῆς πολιτείας, οὕτως εὑρόντες τε καὶ διαθέντες αὐτοὺς ἠγάγετε ἐπὶ τὰ πέρατα τῆς ἀρχῆς, κἀνταῦθα διαστήσαντες ἄλλοις ἄλλα φυλάττειν ἀπενείματε.

Intertext edge

Open linked passage

Note