Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 14
Aristides, Aelius14 219 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
219.p28
219.p28
τοιγαροῦν καὶ ὑπὲρ τῶν τειχῶν ἐβουλεύσασθέ τε καὶ ἐπενοήσατε· νῦν γὰρ ἄξιον εἰπεῖν. οὔτε γὰρ κατὰ τὴν Λακεδαιμονίων αὐθάδειαν ἀτείχιστον ἂν προσείποις τήνδε τὴν πόλιν οὔτʼ αὖ τειχήρη κατὰ τὴν Βαβυλῶνος λαμπρότητα, ἢ εἴ τις ἄλλη σεμνότερον ἐτειχίσθη πρότερον ἢ ὕστερον, ἀλλὰ καὶ τοῦτον τὸν τειχισμὸν παιδιὰν καὶ γυναικὸς ὡς ἀληθῶς ἔργον ἀπεφήνατε. αὐτῇ μὲν γὰρ τῇ πόλει περιβαλεῖν τὰ τείχη, οἷον ἀποκρύπτοντες αὐτὴν, ἢ φεύγοντες τοὺς ὑπηκόους, ἀγεννές τε εἶναι καὶ οὐ πρὸς τῆς ἄλλης διανοίας ἐνομίσατε, οἷον εἴ τις δεσπότης δεικνύοιτο τοὺς ἑαυτοῦ δούλους φοβούμενος. τειχῶν γε μὴν οὐκ ἠμελήσατε, ταῦτα δὲ τῇ ἀρχῇ περιεβάλετε, οὐ τῇ πόλει· καὶ ἐστήσατε ὡς πορρωτάτω λαμπρά τε καὶ ὑμῶν ἄξια, ὁρατὰ τοῖς εἴσω τοῦ κύκλου, ἡ δὲ πορεία ἐπʼ αὐτὰ, εἴ τις βούλοιτο ἰδεῖν, μηνῶν τε καὶ ἐνιαυτῶν ἀρξαμένῳ βαδίζειν ἀπὸ τῆς πόλεως. ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες. ὥσπερ δὲ τάφρος κύκλῳ περιείργει στρατόπεδον, ὥστε οὐδὲ δέκα παρασάγγαι λογιζομένῳ τοῦ περιβόλου τούτου τὸ περίμετρον, οὐδʼ εἴκοσιν, οὐδʼ ὀλίγῳ πλείους, οὐδʼ εἴποις ἂν εὐθὺς ὁπόσον, ἀλλʼ ὅσον Αἰθιοπίας τὸ ἐποικούμενον καὶ Φᾶσις ἐνθένδε καὶ Εὐφράτης ἄνω, καὶ πρὸς ἐσπέραν ἡ μεγάλη τελευταία νῆσος ἐντὸς ἀποκλείουσι, τοῦτο πᾶν ἔξεστι κύκλον καὶ περίβολον τῶν τειχῶν εἰπεῖν. τὰ δὲ οὐκ ἀσφάλτῳ οὐδὲ πλίνθῳ ὀπτῇ δέδμηται, οὐδὲ κόνει στιλπνὰ ἕστηκεν, ἀλλʼ ἐστὶ μὲν καὶ ταῦτα νομιζόμενα ἐφʼ ἑκάστων τῶν τόπων, καὶ μάλα πολλὰ, καὶ τοῖς

Intertext edge

Open linked passage

Note