Orationes 14
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
221.p30
221.p30
ἀφορμὰς ὧν εὔχονται νομίζειν, καὶ κατὰ μὲν τῶν πολεμίων ὁμοφρονεῖν, πρὸς δὲ ἀλλήλους ὑπὲρ τοῦ πρόσθεν ἀγωνίζεσθαι διὰ βίου, μόνους δὲ ἀνθρώπων εὔχεσθαι εὑρεῖν πολεμίους. ὥστε ὅταν μέν τις εἰς τὴν ἄσκησίν τε καὶ σύνταξιν ἴδῃ τοῦ στρατιωτικοῦ, τοῦτο δὴ νομιεῖ τὸ Ὁμηρικὸν, εἰ καὶ δέκα τόσοι εἶεν οἱ ἀντίπαλοι, ταχέως ἂν αὐτοὺς περιστραφέντας ἄνδρα παρὰ ἕνα λειφθῆναι, ὅταν δὲ εἰς τὴν πλήρωσίν τε καὶ συλλογὴν αὐτοῦ βλέψῃ, τὸ τοῦ Αἰγυπτίου φήσει τε καὶ οἰήσεται, ὃς τῷ Καμβύσῃ διαρπάζοντι τὰ ἐν τῇ χώρᾳ καὶ τὰ ἱερὰ πορθοῦντι, στὰς ἐπὶ τῶν τειχῶν τῶν Θηβαϊκῶν ἀνέτεινε τήν τε βῶλον καὶ κύλικα ὕδατος ἀπὸ τοῦ Νείλου, σύμβολον ποιούμενος ὅτι ἕως ἂν Αἴγυπτον αὐτὴν καὶ τὸν ποταμὸν Νεῖλον μετενεγκεῖν μὴ δύνηται, μηδὲ ἀγαγεῖν ἀνάρπαστον, οὔπω τὸν Αἰγυπτίων πλοῦτον εἴληφεν, ἀλλὰ ταχέως αὐτοῖς ἄλλα τοσαῦτα γενήσεται τούτων μενόντων καὶ οὔποτε ἐπιλείψει πλοῦτος Αἴγυπτον, τοῦτο δὲ καὶ περὶ τοῦ ὑμετέρου στρατιωτικοῦ νομίσαι τε καὶ εἰπεῖν ἔξεστιν, ὅτι ἕως ἂν τὴν χώραν αὐτὴν μὴ δύνωνταί τινες ἐξ ἕδρας ἀναστῆσαι μηδὲ κενώσαντες οἴχεσθαι, ἀλλʼ ἀνάγκη ᾖ μένειν αὐτὴν ἐφʼ αὑτῆς τὴν οἰκουμένην, ἀμήχανον ἐπιλιπεῖν ὑμᾶς πλήθη στρατιωτικὰ, ἀλλὰ τοσαῦτα ὁπόσα βούλεσθε ὑπάρχειν ἀπὸ πάσης τῆς οὔσης ἀφικνούμενα.
221.p31
221.p31
καὶ μὴν εἴς γε τακτικῶν λόγον παῖδας ἅπαντας ἀνθρώπους ἀπεφήνατε. οὐ γὰρ πρὸς τοὺς πολεμίους ἀσκεῖν μόνον προὔθεσθε αὐτὰ τοῖς στρατιώταις τε καὶ ἡγεμόσιν, ἀλλὰ πρὸς αὐτοὺς πρῶτον. ὥστε καθʼ ἡμέραν ἑκάστην ἐν τάξει ζῆν καὶ μήποτε λιπεῖν μηδένα τὴν προστεταγμένην αὐτῷ, ἀλλʼ οἷον ἐν χορῷ τινι αἰωνίῳ ἕκαστον τὴν ἑαυτοῦ χώραν εἰδέναι τε καὶ σώζειν, καὶ τῷ μὲν ἐντιμοτέρῳ τὸν ἥττω μὴ διὰ τοῦτο φθονεῖν, ὧν δʼ αὐτὸς μείζων ἐστὶν ἀκριβῶς κρατεῖν. ἄχθομαι δʼ ἔγωγε ἑτέρους φθάσαντας εἰπεῖν ἐπὶ Λακεδαιμονίων ὅτι ἄρα πλὴν ὀλίγων τὸ στρατόπεδον αὐτοῖς ἄρχοντες ἀρχόντων εἰσίν· ὑμῖν γὰρ ἥρμοττε