Orationes 14
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
222.p32
222.p32
τετηρῆσθαι καὶ ἐφʼ ὑμῶν πρῶτον εἰρῆσθαι, ὁ δὲ πρότερον τοῦ δέοντος προεξήνεγκεν αὐτό. ἀλλʼ οὖν τό γε Λακεδαιμονίων στρατόπεδον κινδυνεύει τοσούτους εἶναι, ὅσους οὐδὲν ἀπεικὸς καὶ πάντας ἄρχοντας εἶναι· τὸ δʼ ἐν τοσούτοις ἀριθμοῖς καταλόγων τε καὶ γενῶν, ὧν οὐδὲ τὰ ὀνόματα ἐξευρεῖν ῥᾴδιον, ἀρξαμένους ἀπὸ ἑνὸς τοῦ διὰ πάντων διεξιόντος τε καὶ πάντα ἐφορῶντος, ἔθνη, πόλεις, στρατόπεδα, ἡγεμόνας αὐτοὺς τελευτᾶν εἰς ἕνα τεττάρων καὶ δυοῖν ἄρχοντα ἀνδρῶν, τὸ δʼ ἐν μέσῳ πᾶν ἐξελίπομεν, καὶ ὥσπερ νήματος περιστροφὴν ἐκ τῶν πλειόνων εἰς τοὺς ἐλάττους ἀεὶ κατιέναι, καὶ οὕτω διήκειν ἄλλους ἐπʼ ἄλλοις ἀεὶ ταττομένους μέχρι τῆς τελευτῆς, πῶς οὐχ ὑπὲρ πᾶσαν ἀνθρωπίνην τάξιν ἐστίν; ἐπέρχεται δέ μοι τὸ Ὁμηρικὸν εἰπεῖν μικρὸν ἐπὶ τῆς τελευτῆς ὑπαλλάξαντι Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν ἀρχή· ὅταν γὰρ ἄρχῃ μὲν εἷς τοσούτων, οἱ δὲ ἐπʼ αὐτῷ διάκονοί τε καὶ πρέσβεις αὐτοῦ μὲν πολὺ χείρους, ὧν δὲ ἐπιμέλονται πολὺ βελτίους, πάντα δʼ ἄνευ θορύβου καὶ ταραχῆς σιωπῇ περαίνωσι, φθόνος δʼ ἐκποδὼν ᾖ, δίκης δὲ καὶ αἰδοῦς πάντα πανταχοῦ μεστὰ, καρπὸς δὲ ἀρετῆς μηδένα ἐκφεύγῃ, πῶς οὐχὶ νικᾷ τόδε τὸ ἔπος;
222.p33
222.p33
δοκεῖ δʼ ἔμοιγε οὐδʼ ἐν αὐτῇ τῇ πόλει πολιτείαν παραπλησίως τισὶ τῶν ἄλλων ἀνθρώπων καταστήσασθαι. πρότερον μὲν γὰρ ἐδόκουν τρεῖς εἶναι κατʼ ἀνθρώπους πολιτεῖαι, δύο μὲν ἐν δυοῖν ὀνόμασιν, ἑκατέρα παρὰ τοὺς τῶν ἐχόντων τρόπους θεωρουμένη, τυραννὶς καὶ ὀλιγαρχία, βασιλεία καὶ ἀριστοκρατία, τρίτον δὲ ὄνομα δημοκρατία, εὖ τε καὶ χεῖρον ἀγομένη. διειλήφεσαν οὖν αἱ πόλεις ὡς ἑκάστοις αἵρεσις ἢ τύχη νικήσειε· τὸ δʼ ὑμέτερον οὐδὲν ὁμοίως ἔχει, ἀλλʼ οἱονεὶ κρᾶσις ἁπασῶν τῶν πολιτειῶν, ἄνευ γε τῆς ἐφʼ ἑκάστῃ χείρονος· οὕτω καὶ τοιοῦτον εἶδος πολιτείας νενίκηκεν. ὥστε ὅταν μὲν εἰς τὴν τοῦ δήμου τις ἰσχὺς βλέψῃ, καὶ ὡς ἁπάντων ὧν ἂν