Orationes 14
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
228.p41
228.p41
καὶ Δίκῃ δὲ καὶ Αἰδοῖ τότʼ ἂν ἀποδοθῆναι κάθοδον εἰς ἀνθρώπους, καὶ οἰκτεῖραι τοὺς πρὸ ὑμῶν γενομένους.
228.p42
228.p42
ἀεὶ μὲν οὖν τά γε δὴ παρʼ ὑμῖν τίμια εἰσαχθέντα ὡς ἀληθῶς ὑφʼ ὑμῶν καὶ ἑξῆς ἀεὶ μᾶλλον βεβαιούμενα, ὅ γε μὴν νῦν ἄρχων μέγας οἷον ἀγωνιστὴς καθαρὸς τοσοῦτον ὑπεραίρει τοῖς παρʼ αὑτοῦ τὸν πατέρα ὅσον, οὐδʼ εἰπεῖν ῥᾴδιον, ἑτέρους αὐτὸς ὑπεραίρει. καὶ δὴ φαίη τις ἂν δικαιοσύνην καὶ νόμιμον εἶναι τοῦτο ὡς ἀληθῶς ὅ τι κρίνειεν οὗτος. τί δʼ οὐ καὶ τοῦτο πρὸ τῶν ἄλλων εἴη σαφῶς, ὅτι τοὺς τῆς ἀρχῆς κοινωνοὺς ὡς οἰκείους ἔχει παῖδας ὁμοίους ἑαυτῷ πλείους ἢ τῶν πρὸ αὐτοῦ τις;
228.p43
228.p43
ἀλλὰ τὸ ἐξ ἀρχῆς ἀγώνισμα παντὸς μεῖζον, παρισῶσαι τῷ τῆς ἀρχῆς μεγέθει τὸν λόγον, καὶ σχεδὸν τοῦ ἴσου χρόνου δεόμενον ὅσοσπερ ὁ τῆς ἀρχῆς· εἴη δʼ ἂν οὗτος ὁ πᾶς αἰών. κράτιστον οὖν, ὥσπερ οἱ τῶν διθυράμβων τε καὶ παιάνων ποιηταὶ, εὐχήν τινα προσθέντα οὕτω κατακλεῖσαι τὸν λόγον. καὶ δὴ κεκλήσθων θεοὶ πάντες καὶ θεῶν παῖδες καὶ διδόντων τὴν ἀρχὴν τήνδε καὶ πόλιν τήνδε θάλλειν διʼ αἰῶνος καὶ μὴ παύσασθαι πρὶν ἂν μύδροι τε ὑπὲρ θαλάττης πέσοιεν καὶ δένδρα ἦρι θάλλοντα παύσηται· ἄρχοντά τε τὸν μέγαν καὶ παῖδας τούτου σῶς τε εἶναι καὶ πρυτανεύειν πᾶσι τἀγαθά. ἐκτετέλεσταί μοι τὸ τόλμημα· εἴτε δὲ χεῖρον εἴτε βέλτιον ἔξεστιν ἤδη φέρειν τὴν ψῆφον.