Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 15
Aristides, Aelius15 233 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
233.p5
233.p5
ἀναπαύσεις ἔχουσιν, ὥστε οὐ κάμνουσιν. ὁ δὲ δὴ πρὸ θυρῶν κόσμος ἀντὶ Ἀπόλλωνος ἀγυιέως προπύλαιος τῇ πόλει, Μέλης ὁ ἐπώνυμος διωρυχὴν Νυμφῶν ἐκ πηγῶν εἰς θάλατταν, αὐταῖς τʼ εἶναι λουτρὸν ῥυτὸν καὶ Νηρηίδας παρὰ Νηρέως δέξασθαι διʼ ὀλίγου. ῥεῖ δὲ ὁ Μέλης ὁμοίως ἔκ τε ἄντρων καὶ οἴκων καὶ δένδρων καὶ μέσου τοῦ ῥείθρου ἀνίσχων καὶ προϊὼν μέχρι θαλάττης, καὶ αὐτοῦ τὸ μὲν κατὰ τὰς ἄνω πηγὰς κύκλος τέ ἐστι καὶ ὅρμῳ μάλιστʼ ἂν ἀπεικάσαις, τὰ δὲ ἑξῆς Εὐρίπῳ. πρὸς δὲ ταῖς ἐκβολαῖς βέβρυχε μὲν ἥκιστα, ὁ δὲ τὸ ῥόθιον ἐπιλεαίνων ἀψοφητὶ καταμίγνυται, ἐπιοῦσαν μὲν ἐξ ἀνέμων τὴν θάλατταν αἰωρῶν, ἀπιούσῃ δὲ ἑπόμενος, νῶτον ἐκ τοῦ ὕδατος ἑκατέρου δεικνὺς, ὥστε οὐκ ἂν γνοίης ὅπου συνέβαλον. καὶ μὴν ὅτι γε ἰχθύων πάντη πλήρης, καὶ τούτων τιθασῶν τε καὶ συσσίτων τοῖς σκηνοῦσιν ἐπὶ ταῖς ὄχθαις, καὶ οὐκ ἐπὶ τοῦ ξηροῦ, ἀλλʼ ὑπὸ τοῦ αὐλοῦ ἐν χώρᾳ ὀρχουμένων καὶ παροινίᾳ κυβιστώντων εἰς τοὺς συμπότας, ταῦτα μὲν κἂν οἱ παῖδες ἐξηγοῖντο καὶ ἰδεῖν πᾶσιν ἔξεστιν· αἱ δὲ δὴ καλλίους τοῦ ποταμοῦ γοναὶ καὶ ἐπὶ πάσας φέρουσαι πόλεις, Ὅμηρος ὁ κοινὸς τοῖς Ἕλλησι τροφεὺς καὶ φίλος, ἐκ πατέρων τε καὶ ἐκ παιδὸς ἑκάστῳ. διὸ καὶ δικαίως ἄν μοι δοκοῦσιν ἅπαντες εἰς τὰς πηγὰς ὥσπερ ἐκεῖνος ἔφη τοῦ Σπερχειοῦ, τοῦ Μέλητος ἀπάρχεσθαι τῶν λόγων, ὥσπερ βοστρύχων, ᾁδοντας Ὁμήρου χάριν τὸν ποταμόν. διαβάντι δὲ τὸν Μέλητα ἀπαντᾷ χῶρος, Ποσειδῶνος, ὡς ἐμοὶ δοκεῖν, δῶρον τῇ πόλει παραπλήσιόν τι καὶ οὐ παραπλήσιον τῷ περὶ Θετταλίαν λεγομένῳ. ἐκεῖ μὲν γὰρ τὰ ὄρη διαστήσας Θετταλίαν ἐποίησε γῆν ἄπεδον ἐκ λίμνης ἐξιεὶς κατὰ ῥεῦμα τὸν Πηνειὸν, ἐνταῦθα δὲ ἐπανήγαγε τὴν θάλατταν ἀπὸ τῶν ὀρῶν, ἀντίστροφον τὸν ἐκ τῆς ἠπείρου κόσμον τῷ παρὰ τῆς θαλάττης ἁρμόττων τῇ πόλει. οὐ μὴν ἰλύν γε ὑπελίπετο οὐδʼ ὅσον ἔπηξε τὸ

Intertext edge

Open linked passage

Note