Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 16
Aristides, Aelius16 236.p1 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
236.p1
236.p1
ἅπασι μὲν, ὡς ἐγὼ νομίζω, προφάσεις ἱκαναὶ τοῦ λέγειν ὡς ἐν τῷ παρόντι· ἥ τε γὰρ πόλις ἀξία σπουδῆς, εἰ δή τις ἄλλη τῶν Ἑλληνίδων, τό τʼ ἔργον ἐφʼ ᾧ τὴν ἱερομηνίαν ποιεῖται μέγιστον τῶν εἰς ὄψιν ἐλθόντων ἀνθρώποις, οἵ τε καιροὶ τῶν πώποτε ἄριστοι καὶ τελεώτατοι· ἐμοὶ δὲ καὶ μάλιστα ἐναργὴς ἡ πρόφασις καὶ τῆς συνηθείας τοῦ βίου τοῦ ἡμετέρου. ὁ γὰρ Ἀσκληπιὸς κελεύει λέγειν· ὥστʼ οὔτʼ ἀσθένειαν σώματος οἷόν τε ὑπολογίσασθαι πρός γε αὐτὸν τὸν σωτῆρα οὔτε τῆς ὑποθέσεως τὸ μέγεθος καταδεῖσαι μὴ οὐ ῥᾴδιον ᾖ τυχεῖν· ἀλλʼ ὥσπερ ἔφη Πίνδαρος, θεοῦ δείξαντος ἀρχὴν οὐδὲν δὴ τὸ κωλῦον, ἄλλως τε καὶ οὐ νῦν πρῶτον αὐτοῦ πειρώμεθα, ἀλλʼ ἐν πολλοῖς τε καὶ μεγάλοις καὶ πρόσθεν ἔγνωμεν ἐφʼ ἡμῶν αὐτῶν, οὐχ ἑτέρων, ὁπόσον τὸ τῆς ῥᾳστώνης αὐτῷ περίεστι κἀν τοῖς καθάπαξ ἀπόροις εἶναι δοκοῦσι, καὶ μὴ ὅτι τοῖς χαλεποῖς μὲν, ἀπογνῶναι δʼ οὐκ ἀναγκαίως ἔχουσιν. ἔγωγʼ οὖν πρὸς τοσοῦτον ἥκω τοῦ πιστεύειν ἑτέρῳ μελήσειν, ὥστʼ οὐκ οἶδʼ ὅντινα τρόπον αὐτοσχεδιάζω, πλὴν ὅσον οὐκ ἀπὸ στόματος παντελῶς, ἀλλὰ γράφων ἔτι. οὔτε γὰρ πρόσθεν ἔγνων ὅ τι χρὴ λέγειν, πρὶν ἔδει λέγειν ἤδη, ὅ τε προστάξας μείζων ἁπάσης ἔμοιγε παρασκευῆς. ἡγοῦμαι δὲ οὐ τὸν αὐτὸν τρόπον περὶ τῶν πραγμάτων τῶν μεγάλων ἔχειν καὶ τῶν πελαγῶν· τὰ μὲν γὰρ ὅσῳ μείζω, τοσούτῳ παρέχει πλείω τὸν φόβον, τὰ δʼ ἔστιν ὅπη καὶ βοηθεῖ, ἔστι γὰρ ὥσπερ ὅρμου λαβέσθαι πολλαχόθεν· ὥστʼ εἰ μὴ παντάπασί τις εἴη δυστυχὴς, τό γε τοῦ παντὸς

Intertext edge

Open linked passage

Note