Orationes 16
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
237.p2
237.p2
δοκεῖν διαμαρτεῖν διαφεύξεται. πεπύσθαι δέ τινα ἤδη καὶ τῶν ἐν Ὑπερβορέοις οἶμαι τὸν περὶ Κυζίκου χρησμὸν καὶ τὸν μάρτυρα τῆς εὐδαιμονίας τῇ πόλει, ὃς ταῖς μὲν ἄλλαις πόλεσιν ἐξηγητής ἐστι, τῇ δὲ πόλει ταύτῃ καὶ ἀρχηγέτης. τὰς μὲν γὰρ ἄλλας πόλεις διὰ τῶν οἰκιστῶν ᾤκισεν οὓς ἀπέστειλεν ἑκασταχόσε, ταύτης δὲ ἐκ τοῦ εὐθέος αὐτὸς γέγονεν οἰκιστής. ὥστε πῶς οὐκ εὐδαίμων Κύζικος, ἀπὸ τοιαύτης τε ἀρχῆς ἀρξαμένη εἰς τοιοῦτόν τε ἅμα τὸν οἰκιστὴν καὶ μάρτυρα ἀναφέρουσα; γνοίη δʼ ἄν τις καὶ πρὸς τὴν θέσιν εὐθὺς αὐτῆς ἀποβλέψας καὶ τὴν φύσιν τὴν ὅλην, ὅτι γιγνομένην αὐτῇ τὴν ἐπωνυμίαν ἔθετο ὁ θεός· οὕτως καὶ τὰ ἀπὸ τῆς γῆς καὶ τὰ ἀπὸ τῆς θαλάττης συμβαίνει. πρόκειται γὰρ τῆς Ἀσίας, ἀρχομένη μὲν ἐκ νήσου, καθισταμένη δʼ εἰς τὴν ἤπειρον, ἔνθεν μὲν τὸν Εὔξεινον πόντον προβεβλημένη, ἑτέρωθεν δὲ τὸν Ἑλλήσποντον, σύνδεσμός τις οὖσα τῆς θαλάττης ἑκατέρας, μᾶλλον δὲ ἁπάσης ἣν ἄνθρωποι πλέουσι. παράπλοι δὲ αὐτὴν καὶ περίπλοι καὶ εἴσπλοι ναυτῶν ἁπάντων οὔποτε λείπουσιν, ἀλλʼ οἱ μὲν τὰ νῶτα κομίζονται οὐρίᾳ ἐφέντες εἰς τὸ πέλαγος διὰ νήσων τῆς πόλεως, οἱ δʼ εἰς αὐτὴν καταθέουσί τε καὶ ἀναθέουσι. καίτοι εἰ τὴν Κορινθίων πόλιν εὐδαίμονα τοῖς ποιηταῖς ἔδοξε προσειπεῖν, ὅτι ἐπὶ τῷ Ἰσθμῷ κειμένη τοὺς ἐφʼ ἑκάτερα τῆς Πελοποννήσου βαδίζοντας ὑποδέχεται, ἦ που λαμπρῶς ταύτῃ γε προσήκει τῆς προσηγορίας. τῆς γὰρ θαλάττης ἐν μέσῳ κειμένη συνάγει πάντας ἀνθρώπους εἰς ταυτὸν, τούς τε ἀπὸ τῆς εἴσω πρὸς τὴν ἔξω παραπέμπουσα καὶ τοὺς ἔξωθεν πρὸς τὰ εἴσω, ὥσπερ τις ὀμφαλὸς τοῦ μεταξὺ τόπου Γαδείρων καὶ Φάσιδος. ἔστι μὲν δὴ καὶ ἑτέραις, οἶμαι, νήσοις συμβεβηκὸς ἐν ἀφθόνῳ τῇ κύκλῳ θαλάττῃ κεῖσθαι, καὶ Κρήτην Ὅμηρος σεμνύνων ἔφη κεῖσθαι μέσην ἐνὶ οἴνοπι πόντῳ· τὸ δὲ τῆσδε σεμνότερον. οὐ γὰρ ἑνὸς πελάγους τὸ μέσον κατείληφεν· ἔξεστι