Orationes 16
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
238.p3
238.p3
δʼ εἰπεῖν οὐ πολλὴν αὐτῇ μόνον εἶναι τὴν θάλατταν, ἀλλὰ καὶ πολλαπλῆν, τὸ μὲν πρὸς βορέαν ἄνω πηγήν τινα καὶ ἀφορμὴν ἁπάσης τῆς πλοΐμου, τὸ δʼ αὖ πρὸς ἑσπέραν πορθμὸν τὸν μήκιστον καὶ χαριέστατον, τρίτον δὲ μέσον τούτων ἀμφοτέρων καὶ φύσει καὶ τόπῳ τοῦτο ὃ δὴ Προποντίδα κληθῆναι, πᾶν ὡς εἰπεῖν αὐτὴ πεπλήρωκε.
238.p4
238.p4
καὶ τὰ μὲν ἐκ θαλάττης τοιαῦτα· τὰ δʼ αὖ παρὰ τῆς γῆς ἀδελφά τε τούτων καὶ ἀντίρροπα. πολλὴ μὲν γῆ πᾶσα καὶ ἄφθονος, καὶ ὡς ἄν τις ἀξιώσειε κατʼ ἐπωνυμίαν τὴν ἤπειρον εἶναι τὸ μέγεθος, πολλαὶ δὲ αἱ φύσεις καὶ πλεῖστον ἀλλήλων κεχωρισμέναι καὶ πᾶσαι νεύουσαι πρὸς τὸ βέλτιστον. ὄρη τε γὰρ ἐνταῦθα ἡμερώτερα τῶν παρʼ ἄλλοις πεδίων, πεδία τε ἀποχρῶντα οὐ πόλεως, ἀλλʼ ἐθνῶν εἶναι, καὶ ποταμοὶ καὶ λίμναι καὶ ἕλη καὶ νάπαι καὶ μακάρων δή τινες εὐθυμίαι. ὥστε εἴ τις βούλοιτο πάντας οἰκίζειν τοὺς τόπους, πολλὰς μὲν ἂν τὰς περὶ τὰς λίμνας γενέσθαι πόλεις, πολλὰς δʼ ἐπὶ ταῖς ἀκταῖς τῆς θαλάττης, οὐκ ὀλίγας δὲ ἐν τῇ μεσογείᾳ, καὶ ταῖς πολλαῖς ἂν ὑπάρχειν ἀγνοεῖν ἀλλήλας, ὅσαι μὴ πόλεις πόλεων ἑξῆς τύχοιεν οὖσαι. καὶ τὰ μὲν ἐκ γῆς καὶ θαλάττης τῇ πόλει τοιαῦτα, ἀλλήλοις τε ἐφάμιλλα καὶ παραδείγμασιν οὐ πολλοῖς ἐνεχόμενα. ἀλλὰ μὴν αὐτήν γε τὴν πόλιν καὶ ὡς νῆσον προσείποις ἂν καὶ ὡς χερρόνησον καὶ εἴ τι ἐπέκεινα χερρονήσου πρὸς ἤπειρον. διὰ γὰρ τὸ μὴ κατʼ αὐχένα εἶναι διαβατὴν μηδὲ ἀπὸ στενοῦ τινος ὡρμῆσθαι, ἀλλʼ ἐπὶ μήκους παρατείνουσαν τὴν ἤπειρον, κατʼ ἄμφω τὼ σκέλη συνεχῆ πρὸς αὐτὴν εἶναι, τό τε τῆς Σκύρου παράδειγμα ὑπερβέβληκε καὶ εἰ δή τις ἄλλη πόλις ἢ νῆσος παρὰ μικρὸν ἤπειρός ἐστι. καίτοι Θουκυδίδης γε ἐπαινεῖ Σικελίαν, ὅτι εἴκοσι σταδίους ἀπέχει τῆς ἠπείρου τοὐλάχιστον· ἡ δὲ τοσοῦτον ἄρα ἀπέχει τῆς ἠπείρου ὥστʼ ἐξεῖναι καὶ λαθεῖν τὸ μὴ νῆσον εἶναι, κἂν εἴ τις τὰ χώματα