Orationes 16
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
239.p5
239.p5
ἀνέλοι καὶ τὰς γεφύρας, ἐξεῖναι νήξασθαι πρὸς αὐτὴν ἐκ τῆς ἠπείρου. οὕτως καὶ ἡ νῆσος ἅπασα καὶ ἡ πόλις οὐδὲν ἀτιμοτέρα τὴν φύσιν τῶν μεγίστων νήσων Κρήτης καὶ Σικελίας. κάλλη τοίνυν δημοσίων οἰκοδομημάτων καὶ τὴν ἅπασαν κατασκευὴν καὶ μέγεθος τῆς πόλεως οὔτʼ ἄπορος λόγων οὕτως οὐδεὶς ὥστε μὴ ἂν ἔχειν ἐπαινεῖν οὔθʼ οὕτω λέγειν ἱκανὸς ὥστε ῥᾳδίως ἂν ἐνδείξασθαι. ἐγὼ δὲ ἅπαντα τἄλλα παρεὶς, οὗ μάλιστα ἐμοὶ προσήκει μνημονεῦσαι, τοῦτο ἐκλέξομαι. δοκεῖ γάρ μοι κάλλιστα δὴ τοῦτο συμβόλων δεικνύναι τὸν οἰκιστὴν, καὶ ὅτι τῶν κρειττόνων τινός ἐστι ποίημα· ἔοικε γάρ τις ἁπάντων εἶναι τῶν θεῶν ἱερὰ, ὥσπερ ἣν καλοῦσιν οὕτως ἀγοράν. ὥσπερ γὰρ κατὰ κλήρους ἅπασι θεοῖς ἐξῃρημένη πᾶσα δὴ μεμέρισται, καὶ αὐτὴν οἱ νεῲ διειλήφασιν ὥσπερ ἁμιλλωμένων θεῶν πρὸς ἀλλήλους ὑπὲρ σωτηρίας τῆς πόλεως. θυσίαι δὲ καὶ πομπαὶ καὶ πρόσοδοι καὶ θεραπεῖαι θεῶν μετὰ τῶν καθεστηκότων θεσμῶν οὐ πόρρω τῆς Ἀθηναίων πόλεως, τὸ μὴ τῇ συγγενείᾳ χρῆσθαι πρὸς τὸ βέλτιστον. καὶ μὴν ἥ γε ἄλλη δύναμις τούτων ἀκόλουθος. τοσοῦτον γὰρ τῇ πόλει περίεστιν ὥστε καὶ τῶν ἑτέρωθι ναῶν καὶ ἄλλων κόσμων δημοσίων εἴ τις φαίη ταύτην εἶναι τὴν χορηγὸν, οὐκ ἂν αἰσχυνθείη· οὕτω λαμπρά τε καὶ κοινὰ πᾶσι τὰ ὄντα κέκτηται, καὶ οὔτε Ἰταλία τῶν ταύτης κτημάτων ὑπερορᾷ οὔτε Αἴγυπτος οὕτω πόρρω οὔτε Τυρρηνικὸν πέλαγος οὔτε Σύρων καὶ Κιλίκων, ποιητὴς ἂν εἴποι τις, ἐνστροφαὶ, οὔτε ἔθνος οὐδὲν ὡς ἔπος εἰπεῖν οὔτε κατʼ ἤπειρον οὔτʼ ἐν νήσοις, ὃ μὴ παρὰ τῆς πόλεως ταύτης κεκόσμηται. Ἴωνας δὲ καὶ Αἰολέας καὶ τὰς πρὸ ποδῶν νήσους τε καὶ πόλεις τί τις ἂν λέγοι; καὶ τὸ δὴ νεανικώτατον, ὥσπερ γὰρ οἱ ἀγαθοὶ δρομεῖς ἐκ πολλοῦ προέμενοι ῥᾳδίως αἱροῦσιν, οὕτως ἄρα καὶ ὑμεῖς πᾶσιν ἀνθρώποις ὧν ἐδεήθησαν παρασχόντες ἐπιστάντες αὐτοὶ τελευταῖοι.
239.p6
239.p6
πρὸς αὐτό γε ἥκω τὸ κλυδώνιον, πῶς ἂν εἴποιμι