Orationes 16
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
240.p7
240.p7
ὅσον βούλομαι; ἀλλὰ τοσοῦτον ἂν εἴποιμι ὅσον εἰπὼν συγγνοίην ἐμαυτῷ. πάντας γὰρ μικροῦ δέω λέγειν ὅσοι τοῖς ὁμοίοις ἐνεχείρησαν ὡσπερεὶ παῖδας ἀπεφήνατε, τοσοῦτον ἔργον ἐγείραντες, ὅσον ἐνθυμηθῆναι μὲν ἂν μανίας ἔργον εἶναι ἔδοξεν, ἐκτελέσαι δὲ κρεῖττον ἢ κατὰ ἄνθρωπον. ἀπορήσαι τις ἂν πότερον ἐνταυθοῖ μετενήνεκται τῆς νήσου τὸ πλεῖστον ἢ κατὰ χώραν μένει. οἶμαι δʼ ἂν ἅπαντας συμφῆσαι μήτε πόλεως ἂν ἄλλης εἶναι τὸ ἀνάθημα μήτε λιθοτομίας ἑτέρας ἢ τῆς ὑμετέρας· οὐ γὰρ ἂν ἀρκέσαι τὴν φύσιν. πρότερον μὲν γὰρ τῶν νήσων ταῖς κορυφαῖς ἐτεκμαίροντο οἱ πλέοντες, Κύζικος ἥδε, Προκόννησος αὕτη, τῶν ἄλλων ἣν ἴδοι τις· νῦν δὲ ὁ νεὼς ἀντὶ τῶν ὀρῶν ἀρκεῖ, καὶ μόνοις ὑμῖν οὐδὲν δεῖ λαμπτήρων οὐδὲ πυρσῶν οὐδὲ πύργων πρὸς τοὺς καταίροντας, ἀλλʼ ὁ νεὼς πληρῶν ἅπαν τὸ ὁρώμενον τήν τε πόλιν καὶ τὴν μεγαλοψυχίαν τῶν ἐχόντων αὐτὴν ὁμοῦ δηλοῖ, καὶ τοσοῦτος ὢν καλλίων ἐστὶν ἢ μείζων. εἰ δʼ ἔτυχον παριόντες Ὅμηρος καὶ Ἡσίοδος, ῥᾳδίως ἄν μοι δοκοῦσιν εἰπεῖν τὸ περὶ τοῦ τείχους τοῦ Τρωικοῦ μυθολόγημα μεταθέντες, ὡς ἄρα Ποσειδῶν καὶ Ἀπόλλων κοινῇ φιλοτεχνήσαντες ἀπειργάσαντο τὸ ἔργον τῇ πόλει, ὁ μὲν τὴν πέτραν παρασχὼν ἐκ τοῦ βυθοῦ τῆς θαλάττης καὶ ἅμα ποιήσας δυνατὴν εἶναι κομισθῆναι, ὁ δʼ ὥσπερ εἰκὸς οἰκιστὴν βουληθεὶς τὴν ἑαυτοῦ πόλιν κοσμῆσαι προσθήκῃ τηλικαύτῃ. φαίης ἂν τῶν μὲν λίθων ἕκαστον ἀντὶ νεὼ τοῦ παντὸς εἶναι, τὸν δὲ νεὼν ἀντὶ τοῦ παντὸς περιβόλου, τὸν δʼ αὖ περίβολον τοῦ νεὼ πόλεως ἀποχρῶντα γίγνεσθαι. εἰ δὲ βούλει τὰ τῆς ῥᾳστώνης καὶ τρυφῆς, ἀντὶ γὰρ τῶν οἰκιῶν τῶν τριωρόφων καὶ τῶν τριήρων πάρεστιν ὁρᾶν νεὼν τὸν μέγιστον, τῶν μὲν ἄλλων πολλαπλασίονα, αὐτὸν δὲ τριπλοῦν τῇ φύσει. τὰ μὲν γὰρ αὐτοῦ κατάγειός ἐστι θέα, τὰ δʼ ὑπερῶος, μέση δὲ ἡ νενομισμένη. δρόμοι δὲ