Orationes 16
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
241.p8
241.p8
ὑπὸ γῆν τε καὶ κρεμαστοὶ διʼ αὐτοῦ διήκοντες κύκλῳ, ὥσπερ οὐκ ἐν προσθήκης μέρει, ἀλλʼ ἐξεπίτηδες εἶναι δρόμοι πεποιημένοι.
241.p9
241.p9
ταῦτα μὲν οὖν οὐδὲν δεῖ λόγῳ κοσμεῖν, ἀλλʼ εἰς τοὺς γεωμέτρας καὶ ἐπαινέτας ἀποθέσθαι, καὶ τούτων ὅσοι τέλειοι καὶ ἱκανοὶ μετρῆσαι πρᾶγμα τοσοῦτον· ὡς ἐγὼ καὶ τοῦτο ὀρρωδῶ, μὴ οὐδὲ τούτοις πᾶσιν ᾖ τὴν ἀκρίβειαν ἐξευρεῖν. εἰ γάρ τις ἀποσταίη τῶν λόγων τῶν περὶ αὐτοῦ τοῦ νεὼ, ἱκανὸν καὶ τὰ μηχανήματα καὶ τὰ ὀχήματα θαυμάσαι, ἃ πρόσθεν οὐκ ὄντα κατʼ ἀνθρώπους ἐξεῦρεν ἡ χρεία τοῦ νεώ. ἄξιον δὲ καὶ τῆς τύχης ἕνεκα ὑμῖν συνησθῆναι. ἐπεγράψασθε μὲν γὰρ τὸν ἄριστον τῶν εἰς ἐκεῖνον τὸν χρόνον βασιλέων· ἥκει δὲ ὑμῖν τὸ ἔργον πρὸς τέλος ἐν τοῖσδε τοῖς καιροῖς, οἳ τὰ καλῶν αὖ κάλλιστα εἰλήχασι καὶ ὑπὲρ ὧν δικαιότατʼ ἂν χαριστήριον τοσοῦτον ἑστηκὸς εἴη τοῖς θεοῖς, ἐπειδήπερ οὐ ῥᾴδιον ἦν μεῖζον ἐξευρεῖν. ὅτι μὲν δὴ πλείστους οὗτοι τῶν πρὸ αὐτῶν βασιλέων προγόνους βασιλέας παρέσχοντο καὶ ὁποία τις ἡ τοῦ γένους αὐτοῖς ἀμφοτέρωθεν ἐξ ἀρχῆς κατασκευὴ, καὶ τροφὴν ἥντινα ἐτράφησαν καὶ ἐφʼ οἷστισι, καὶ τῆς παιδείας τῆς συμπάσης τὴν περιούσιαν, μακρός τε λόγος διεξιέναι καὶ οὐδαμῶς πληρῶσαι ῥᾴδιος· ὃ δὲ τῇ τε παρούσῃ συνόδῳ μάλιστα πρέπειν ἀκοῦσαί μοι δοκεῖ καὶ αὐτῶν ἰδιαιότατον ἐγκώμιον καὶ τῶν εἰς μνήμην ἡκόντων ἐν λόγῳ θαυμαστότατον καὶ πᾶσαν τὴν εὐγένειάν τε καὶ παιδείαν ἔχει συλλαβὸν καὶ οὔτʼ ἰδιώτης οὐδεὶς δύναται σιωπᾶν πόλις τε ἅπασα καὶ γένη ἅπαντα ἀνθρώπων ἐκπέπληκται, περὶ τοῦτο εἰς ὅσον ἔξεστι διατρίψομεν. οὗτοι γάρ εἰσιν οἱ τὴν παροιμίαν ἐπὶ πλεῖστον ἄραντες καὶ διὰ τῶν μεγίστων ἔργων ὅρον δείξαντες ὅτι τῷ ὄντι κοινὰ τὰ φίλων, οὐχ ἵππων ἀγέλης, οὐδὲ σκευῶν, οὐδὲ πλέθρων τινῶν γῆς κοινωνήσαντες, οὐδʼ εἰς ὅσον πρόσθεν μήκιστον