Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 16
Aristides, Aelius16 242 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
242.p10
242.p10
ἔδει προελθεῖν κοινωνίαν· ἀλλʼ ἐπὶ τοσοῦτον τῆς μεγαλοψυχίας ἐλθόντες ὥστε πᾶσαν τὴν γῆν καὶ τὴν θάλατταν τῷ λόγῳ τούτῳ καταλαβεῖν καὶ μηδὲν ἀκοινώνητον τῶν ὄντων αὐτοὺς ἐκφυγεῖν, ὡς ἀληθῶς καθʼ Ὅμηρον κοινὴν τὴν γῆν καταστήσαντες, τῇ προστασίᾳ μὲν αὑτῶν, τῇ δὲ χρείᾳ συμπάντων· ἃ πρόσθεν εὔξασθαι μὲν ἐξῆν ὑπὲρ δικαιοσύνης, ἐλπίσαι δʼ οὐδαμοῦ περιῆν, ἀλλʼ ὁ τῆς εὐδαιμονίας ὅρος ὥσπερ εὐχή τις ἐφαίνετο. στρατηγοὶ μὲν γὰρ ἤδη στρατηγοὺς ἐν κινδύνοις προσείλοντο καὶ πόλεις ἀλλήλας ἐπὶ καιρῶν παρέλαβον καὶ βασιλεῖς πρὸς βασιλέας φιλίας καὶ συνθήκας ἐποιήσαντο, καὶ οὗτοι τῆς χρείας ὡς τὰ πολλὰ ἡττηθέντες, καὶ μέχρι τούτου κοινωνίας ἴσμεν γενομένας· βασιλεὺς δὲ ἑκὼν βασιλέα νῦν δὴ πρῶτον προείλετο κοινωνὸν ἑαυτῷ τῶν ὅλων καὶ μόνος τῶν ἐκ τοῦ παντὸς αἰῶνος οὐκ ἀρχὴν προσλαβεῖν μᾶλλον ἐζήτησεν ἢ βασιλέα προσλαβεῖν ἐπὶ πᾶσι τοῖς ἴσοις. καὶ γάρ τοι καταθεὶς εἰς μέσον τὴν ἀρχὴν οὐκ ἐλάττω ἐποίησε τὸ αὑτοῦ μέρος, ἀλλʼ αὐτῷ τούτῳ μείζω τήν τε αὑτοῦ καὶ τὴν τοῦ συνάρξαντος κατέστησεν. Ἀλέξανδρος μὲν γὰρ ἐξέπληξε τοὺς ἀνθρώπους, οὐ δεξάμενος τὴν πρὸς Δαρεῖον κοινωνίαν, καὶ ἴσως καλῶς ποιῶν, ἅτε οὐ πρὸς ὁμότιμον τὴν Ἀσίαν μέλλων νέμεσθαι· ὅμως δʼ ἔμοιγε δοκεῖ μηδʼ εἰ πολλῷ τις ἦν Δαρείου βελτίων, μηδʼ ἂν οὕτω δέξασθαι σὺν ἄλλῳ τῶν ἄλλων ἁπάντων κρατεῖν· οἱ δὲ τὴν βασιλείαν δικαιοσύνης σύμβολον τῆς τελεωτάτης ἐποιήσαντο, ὥσπερ τούτου χάριν παραλαμβάνοντες τὰ τῶν ἀνθρώπων πράγματα, ἵνʼ εἶεν ἅπασιν ἀρετῆς διδάσκαλοι κοινοί. τοῦτο ὑπὲρ πᾶσαν μὲν Καυκάσου περίοδον, τοῦτο δʼ ὑπὲρ Ἰνδοὺς ἁλισκομένους καὶ Κασπίας πύλας, τοῦτο ὑπὲρ πάντα τἀνθρώπεια, τοῦτο τοῖς καλλίστοις ἐστὶ νικώντων καὶ ἃ προσήκει τῇ φύσει. οὔτε γὰρ εἴ τις ἔξω τοῦ Ἀτλαντικοῦ πελάγους ἐστὶ γῆ, ταύτην προσκτησάμενοι, οὔτε ὅσα ἀοίκητα τῶν εἴσω διʼ ὑπερβολὴν ψύχους ἢ

Intertext edge

Open linked passage

Note