Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 16
Aristides, Aelius16 243 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
243.p11
243.p11
καύματος, εἰ ταῦτα εὑρόμενοι κραθῆναι παρὰ τῶν θεῶν προσθήκην τῆς ἀρχῆς ἐποιήσαντο ἰδίαν καθʼ ἑαυτόν πως ἑκάτερος, οὐκ ἂν ἔμοιγε ἐπʼ ἀρετῇ τοσούτῳ παρελθεῖν ἅπαντας δοκοῦσιν, ὅσῳ περ νῦν τὰ ὄντα κοινὰ ποιησάμενοι καὶ περὶ πλείονος ἀλλήλους ποιησάμενοι τῶν ὄντων ἁπάντων.
243.p12
243.p12
ὢ θαυμαστοῦ μὲν τοῦ μηδὲν δεομένου βασιλεύειν, εἰ μὴ δοκοίη τῷ ἀδελφῷ, θαυμαστοῦ δὲ τοῦ μὴ δεχομένου βασιλεύειν, εἰ μὴ σὺν τῷ ἀδελφῷ. ὢ τοῖς ἴσοις ἀλλήλους ἀμειψάμενοι, μόνοι μὲν ἀλλήλοις ἐπὶ πλεῖστον παραπλήσιοι, μόνοι δʼ ἁπάντων πλεῖστον διαφέροντες, αὐτοὶ μὲν κοινωνοὶ τῶν μεγίστων, ἑτέρους δὲ οὐκ ἔχοντες τῶν ἴσων κοινωνούς. ὁ μὲν γὰρ τῶν Περσῶν βασιλεὺς ἐδόκει τι διάφορον κεκτῆσθαι τὸν καλούμενον βασιλέως ὀφθαλμὸν καὶ βασιλέως ὦτα· καὶ τοῦτο ἴσως μὲν ἦν τινα καὶ χρείαν παρέχον, τὸ δὲ πλεῖστον ἐμοὶ δοκεῖν ἀλαζόνευμα, ἵνα δὴ διπλᾶ τῶν ἄλλων ἀνθρώπων ὁρᾶν καὶ ἀκούειν δοκοίη. οἱ δὲ τοῦτο δὴ κάλλιστον καὶ σοφώτατον εὗρον πρὸς ὑπερβολήν· ἀμφότεροι γὰρ ἀλλήλοις ὦτα καὶ ὀφθαλμοὶ κατέστησαν, καὶ τὴν παρὰ τῆς φύσεως χρείαν ἐδιπλασίασαν, καὶ τὴν φυλακὴν τῆς ἀρχῆς οὐκ ἀλλοτρίαν, ἀλλʼ οἴκοθεν ὡς ἀληθῶς ἐποιήσαντο, κοινώσαντες ἅπαντα. καὶ οὐδέν γε μᾶλλον τὸ τῆς μοναρχίας ἀγαθὸν διέφθαρται, ἀλλʼ ἐστὶ μοναρχία θαυμαστὴ δυοῖν σώμασι καὶ δυοῖν ψυχαῖν μιᾶς γνώμης ἐνιδρυμένης, ὥσπερ τινὸς ἁρμονίας διὰ πασῶν τῶν χορδῶν διηκούσης. τίς οὖν γένοιτʼ ἂν ταύτης ἀμείνων μουσική; τίς συναυλία φιλτέρα τῷ τε Ἀπόλλωνι καὶ ταῖς Μούσαις; τίς ἁρμονία κοινοτέρα τῷ τῶν ἀνθρώπων γένει; τὰ μὲν γὰρ Ἀμφίονος καὶ Ζήθου πρὸς τοσοῦτον ἦλθεν ὅσον πυργῶσαι Θήβας, κἀνταῦθά τινες τὴν τοῦ ἑτέρου μουσικὴν αἰτιῶνται, οἱ δὲ ὑπὲρ πασῶν τῶν πόλεων καὶ πάντων ἀνθρώπων κοινωσάμενοι τὴν μουσικὴν ταυτὸν ᾁδουσι, πατρόθεν μέν που καὶ ἐκ προγόνων τὸ μέλος παραλαβόντες, ἔτι δὲ αὐτὸ τῷ παντὶ λαμπρότερον καταστήσαντες, ὡς ἂν μάλιστα ἐκείνων

Intertext edge

Open linked passage

Note