Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 16
Aristides, Aelius16 244 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
244.p13
244.p13
παῖδες κατʼ εὐχὴν ἐγένοντο. πρέποντα δέ μοι δοκοῦσι καὶ τῷ τύπῳ τῆς πολιτείας διανοηθῆναι· μόνη γὰρ αὕτη πόλεων μετέβαλε τὸν νόμον. οἱ μὲν γὰρ ἄλλοι πάντες καὶ Ἕλληνες καὶ βάρβαροι ὅσοι κατὰ μικρὸν δυναστείας προσήψαντο, ἓν τοῦτο ἐσκέψαντο, ὅπως μηδεὶς τῶν αὐτῶν ἀπολαύσεται, ἀλλʼ ὡς οἷόν τε μάλιστα ἅπαντες ἀπελαθήσονται. μόνοι δὲ πάντων οὗτοι κοινὰ τἀγαθὰ προὔθεσαν εἰς μέσον, ὥσπερ ἆθλα τοῖς βελτίστοις, καὶ οὔτε Εὐρώπην ἢ Ἀσίαν ἢ Λιβύην οἰκεῖν διαφέρει οὔτε ἔστιν ὅρος διείργων οὐδεὶς, οὐ Τάναϊς, οὐ λίμνη Μαιῶτις, οὐκ Ἀτλαντὶς νῆσος, οὐχ ὅ τι εἴποι τις, ἀλλὰ πάντες ἄνθρωποι καὶ πάντα γένη προσήκει τῇ πόλει, καὶ πᾶσιν ἔξεστιν ἄρχειν τὰ γιγνόμενα. ὥσπερ οὖν τῶν ἐν μέρει κοινὴν τὴν μετουσίαν ἅπασι καταστησαμένους ᾔδεσαν τοὺς προγόνους τοῖς ἀξίοις, οὕτως αὐτοὶ πλεῖστον ὑπερφέροντες ἁπάντων εἰς ἀρετὴν κοινὴν τὴν ἀρχὴν τῶν ὅλων ἐποιήσαντο. καὶ τό γε ἥδιστον τῆς ἐπινοίας, ὥσπερ γὰρ πρότερον τοὺς κατʼ ἐνιαυτὸν ἄρχοντας κατὰ συζυγίαν παρείχοντο ὀνομάζειν τοῖς ἔξω, οὕτω νῦν τοὺς διηνεκεῖς ἔξεστιν ὁμοῦ πατρόθεν τε καὶ σὺν ἀλλήλοις ὀνομάζειν. οὕτως καὶ τῆς πάσης πολιτείας ἀκόλουθα ἐσκέψαντο καὶ τὴν ὑπερβολὴν ἐλπίδος κρείττω παρέσχοντο. καὶ μὴν Ὅμηρος μὲν ἔφη που σεμνύνων τοὺς βασιλέας θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων· οἱ δὲ οὐ θυμοῦ ῥώμην οὐδὲ ὀργῆς ἀμετρίαν τὰ ἐπίσημα τῆς ἀρχῆς ἐποιήσαντο, ἀλλὰ φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα εἰσηνέγκαντο, καὶ τῷ ὄντι ἐδήλωσαν τὴν τροφὴν θείαν οὖσαν ἑαυτῶν. ὁ γοῦν λογισμὸς αὐτῶν θεῖος καὶ ὡς ἀληθῶς ἄνωθεν ἔχων τὸ παράδειγμα καὶ πρὸς ἐκείνην ὁρῶν τὴν πολιτείαν, εἰ δεῖ κεφάλαιον εἰπεῖν· ἐπεὶ καὶ θεοὺς αὐτοὺς καὶ τὸν σύμπαντα δὴ κόσμον τε καὶ οὐρανὸν φιλίαν καὶ κοινωνίαν φασὶν εἶναι τὴν συνέχουσαν, καὶ διὰ τούτων τὸν ἀεὶ χρόνον ἀσφαλῶς ἅπαντα

Intertext edge

Open linked passage

Note