Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 16
Aristides, Aelius16 245 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
245.p14
245.p14
πορεύεσθαι, φθόνον δὲ καὶ δυσμένειαν ἐν θεῶν οἴκοις οὐδʼ ἐν ἤθεσιν οὔτε εἶναί ποτε οὔτε γίγνεσθαι.
245.p15
245.p15
οἱ μὲν τοίνυν χαρακώματα καὶ τείχη προσλαμβάνοντες μικροῖς τισι καὶ θνητοῖς ὡς ἀληθῶς ἐπαύξουσι τὰς ἀρχὰς, οἱ δὲ ἀρετῆς καὶ δικαιοσύνης καὶ φιλίας, οὕτω λαμπρὰ καὶ θαυμαστὰ πᾶσιν ἐξενεγκόντες ὁρᾶν παραδείγματα, οὗτοι τὴν νίκην ὡς ἀληθῶς ἐκ θεῶν κέκτηνται, οὗτοι τῷ ἀθανάτῳ στεφάνῳ κεκόσμηνται, τούτους καὶ θεῶν φίλους ὥσπερ ἀλλήλων εἰκὸς εἶναι καὶ ἀνθρώπων εὐεργέτας καθαρῶς νομίζεσθαι. ὥσπερ γὰρ οἱ γράφειν ἀγαθοὶ διὰ τῶν πινάκων τῶν ὑπὲρ κορυφῆς μεθʼ ὑπερβολῆς δεικνύουσι τὰ γράμματα ὡς μέγιστα καὶ ὡς κάλλιστα γραφόμενοι τοῖς παισὶ μιμεῖσθαι τὸ εἰς δύναμιν τὴν ἑαυτῶν, οὕτως οὗτοι τὰ κάλλιστα τῶν ἐν ἀνθρώποις διὰ τοῦ μεγίστου τῶν παραδειγμάτων ἐξέφηναν, ὥστʼ ἔχειν ἕκαστον εἰς δύναμιν εἶναι μιμεῖσθαι καὶ καθάπερ διδασκάλων τῶν βασιλέων ἀπολαύειν εἰς τὰ αὑτῶν πράγματα. ποῖαι ταῦτα Σεσώστριδος στῆλαι δύναιντʼ ἂν ὑπερβαλέσθαι, ἃς ἐκεῖνος ἐπʼ ἀμφοτέραις ἵστη περιιὼν, μᾶλλον δὲ τούτων ἐγγὺς εἶναι δόξαι; τίς ἀνθρώπων ἅμα τοσοῦτόν τε ἐνίκησε καὶ οὕτω λυσιτελῆ τοῖς νικωμένοις; καὶ γάρ τοι τοῖς μὲν ἄλλοις ὁ φόβος οἰκειοῖ τοὺς ἀρχομένους, ὑπὲρ δὲ τούτων εὐχαὶ καὶ χάριτες κοιναὶ παρὰ πάντων οὐκ εὐπρεπείᾳ μόνον εἰς τὸ μέσον γιγνόμεναι, ἀλλʼ ἀπὸ τοῦ καθαρωτάτου τῆς γνώμης. εἰσέρχεται δὲ ἔμοιγε καὶ τὰ τῶν δύο τῶν σωτήρων θεῶν, οἳ τὴν γῆν ἅπασαν κατειληφότες σώζουσι κοινῇ καὶ συνεργάζονται, παρʼ ἀλλήλους τε πέμποντες καὶ τὰς εὐεργεσίας τὰς παρʼ ἑαυτῶν καὶ τὰς παρὰ τῶν ἀνθρώπων εὐχαριστίας κοινὰς ποιούμενοι· παρʼ οἷς τίνας μᾶλλον τούτων εἰκὸς εὐδοκιμεῖν, ἢ τίνας ἐν πλείονι τῆς σωτηρίας εἶναι λόγῳ, οἵτινες ὥσπερ προφῆται καὶ μίμημα τῆς ἐκείνων γνώμης γεγόνασι, τὴν καλλίστην φιλίαν ἐπʼ ὠφελείᾳ τοῦ κοινοῦ τῶν ἀνθρώπων συνθέμενοι γένους;
245.p16
245.p16
ἄξιον οὖν τοῖς μὲν θεοῖς χάριν εἰδέναι, τοῖς δὲ

Intertext edge

Open linked passage

Note