Orationes 16
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
246.p17
246.p17
βασιλεῦσι συγχαίρειν τε καὶ συνεύχεσθαι, μακαρίζειν δʼ αὑτοὺς τοῦ χρόνου, καὶ πρὸς τῷ μακαρίζειν ἀπολαύειν τῆς ἀρχῆς τὰ γιγνόμενα. καλοὶ μὲν γὰρ καὶ οἱ τῶν οἰκοδομημάτων οὗτοι κόσμοι καὶ θαυμαστῶς πιθανοὶ τοῖς πλήθεσιν, ἀλλʼ ἐκεῖνο ἤδη τέλειον καὶ θεοῦ τινος ὡς ἀληθῶς δωρεὰ, ὅταν ἀμφότεροι συνᾴδωσιν οἱ κόσμοι, οἵ τε ἐν ταῖς ψυχαῖς καὶ οἱ τῶν οἰκοδομημάτων. ὥσπερ γὰρ ἐν τούτοις τὰς ἁρμονίας ἐπαινοῦμεν καὶ τὸ σώζειν ἕκαστα τὴν γιγνομένην τάξιν πρὸς ἄλληλα, οὕτω καὶ ζῆν εἰς κάλλος τοῦτʼ εἶναι χρὴ δοκεῖν, ὅταν ἁρμονία καὶ τάξις διὰ πάντων κρατῇ. οὗτος ὁ τῶν πόλεων ὡς ἀληθῶς κόσμος οἰκεῖος, οὗτος καὶ ἄνδρα ἰδίᾳ καὶ πόλιν σώζει, τοῦτον οὐδὲν δεῖ πρίασθαι χρημάτων δαπάνης οὐδὲ χρόνων τριβῆς οὐδʼ ὑπηρετῶν, οὐδὲ μηχανήματα ἱστάντας πραγματεύεσθαι, ἀλλʼ αὐτόν τινα ἕκαστον ἑαυτὸν δεῖ πεῖσαι προελέσθαι τὰ βελτίω. καὶ μὴ θαυμάσητε εἰ μηδὲν ἔχων ἐπιτιμᾶν εἶτα παραινεῖν ἀξιῶ, μηδὲ τῶν ἐπʼ αἰτίᾳ παριόντων μόνον τὴν παραίνεσιν εἶναι νομίσητε. ἀλλʼ ἐστὶ καὶ τοῖς ἐπαινοῦσι προσήκουσα· δῆλον δὲ ἐκ τοῦ παλαιοῦ τοῦ περὶ τῶν δρομέων θρυλουμένου λόγου. οὐδεὶς γὰρ ὡς ἔπος εἰπεῖν προτρέπει τοὺς ὑστάτους αὐτῶν οὐδὲ τοὺς ὅλως ἀπολειπομένους, ἀλλʼ οὓς ἂν ἐγγὺς ὄντας τῆς νίκης ὁρᾷ. οἶμαι δὲ καὶ τοὺς στρατηγοὺς τοὺς παρακλητικοὺς τῶν λόγων οὐ πρὸς τούτους ἀναλίσκειν τῶν στρατιωτῶν οἷς ἂν ταυτὸν ᾖ πολλά τε καὶ μηδὲν εἰπεῖν, ἀλλʼ οἷς ἂν εἰς δέον μέλλῃ μάλιστα γίγνεσθαι. ὣς δὲ καὶ ἡμεῖς νῦν οὐδὲν ποικίλον οὐδὲ σοφὸν λέγομεν πρὸς ὑμᾶς, ἀλλὰ σχεδὸν ταῦθʼ ἃ ποιεῖτε καὶ ἐν οἷς τέτραφθε, ταῦτα δʼ ἐστὶν ἀρχόντων αἰδὼς, νόμων τιμὴ, ταὐτὰ φρονεῖν, ἀεὶ μὲν δή ποτε εὐδοκιμοῦν πρᾶγμα, τοῖς δὲ παροῦσι καιροῖς καὶ σφόδρα συμβαῖνον. νῦν χρὴ πάσας τὰς πόλεις ἀδελφὰς ἀλλήλαις ὑπολαμβάνειν, νῦν στάσεις μὲν καὶ ταραχὰς καὶ