Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 16
Aristides, Aelius16 247 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
247.p18
247.p18
φιλονεικίας καὶ τὸ μικρολογεῖσθαι περὶ τῶν ματαίων ἐκποδὼν ἀνελεῖν, νομίσαντας θηρίων εἶναι νοσήματα ταῦτα κἀκείνοις αὐτὰ παρεῖναι δεῖν, εἰρήνην δὲ ἀληθινὴν καὶ φιλίαν ἄδολον καὶ δικαιοσύνην καὶ τὴν διὰ πάντων εἰ οἷόν τε κοινωνίαν μέγιστον κερδῶν ὑπολαβεῖν, ἐν μὲν ταῖς ἐπιμιξίαις ταῖς παρʼ ἀλλήλους τοῦτο δὴ τὸ πάλαι λεχθὲν ἐπισταμένους, ξένους εἶναι, ἐν δὲ ταῖς τῶν ξένων ὑποδοχαῖς ἐλάττω τῆς ἐξουσίας ποιοῦντας, εἰδότας ἔστιν οὗ καὶ ἧτταν νίκης εὐσχημονεστέραν οὖσαν καὶ πλείονος ἀξίαν. ταῦτα γὰρ ἐξ ἀρχῆς τὰ κράτιστα καὶ τοῖς παροῦσι καιροῖς προσήκοντα καὶ παρʼ αὑτῶν εὐθὺς οἴκοθεν τὴν ὠφέλειαν ἔχοντα καὶ πρὸς τὴν παρὰ τῶν βασιλέων τιμὴν θαυμαστὸν ὅσον διαφέροντα. ὡς οὐκ ἔστιν ὅπως ἂν μᾶλλον αὐτοῖς χαρίζοισθε ἢ οὕτως δρῶντες, ἢ ὅπως ἂν μᾶλλον παρʼ αὐτῶν ὑμῖν ἃ βούλεσθε γίγνοιτο ἢ εἰ παρέχοιτε ὑμᾶς αὐτοὺς ὁποίους ἂν ἐκεῖνοι μάλιστα βούλοιντο. σχεδὸν δὲ, ὥσπερ ἔφην, οὐδὲν ἀλλοῖον ὧν ποιεῖτε παρῄνεσα, ἀλλʼ ὥσπερ τὸν νεὼν ἐπῄνεσα βλέψας εἰς αὐτὸν καὶ οὐδὲν οἴκοθεν εὑρὼν, οὕτω καὶ νῦν ἴδιον μὲν οὐδὲν οὔτε εὕρηκα οὔτʼ εἴρηκα, ἃ δὲ ὁρῶ ποιοῦντας, ταῦτʼ ἐπῄνεσα καὶ ταῦτʼ ἀγαθοῦ χάριν τοῦ συμβόλου, ὅπως μηδὲν ἐλλείποι τῷ λόγῳ τῶν προσηκόντων παρεῖναι. τοσαῦτα καὶ ἡμεῖς ὑμῖν εἰς τὴν πανήγυριν ὡς ἐκ τοῦ παραχρῆμα συμβαλλόμεθα, καὶ ἴσως μετρίως ἔχει.

Intertext edge

Open linked passage

Note