Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 17
Aristides, Aelius17 248 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
248.p2
248.p2
πόντον καὶ οἴνοπα πόντον, καὶ Εὐριπίδης ἅλα πορφυρέην, καὶ εἰ δή τις ἄλλος ἄλλο τι τοιοῦτον· τὰ δὲ πολλὰ καὶ βλασφημοῦσιν εἰς τὴν θάλατταν, ἁλμυρὰν καὶ βαρύβρομον καὶ τὰ τοιαῦτʼ ὀνομάζοντες. ἡμεῖς δὲ τὸν μὲν ὑπὲρ πάσης τῆς θαλάττης λόγον ὅσην καὶ οἵαν χρείαν ἀνθρώποις ἔχει καὶ ὑπὲρ ἡλίκων αὐτὴν ἐποίησεν ὁ θεὸς ἐάσομεν ἐν τῷ παρόντι, τῷ δὲ Αἰγαίῳ τὸ ὀφείλημα ἀποδώσομεν καὶ ὑμνήσομεν, πρῶτον ὅτι θέσεως ἄριστα εἴληχεν, ὡς καὶ πόλεως ἄν τις ἐπαινέσειε πρῶτον τὴν θέσιν. ἐν γὰρ τῷ μέσῳ τῆς πάσης οἰκουμένης τε καὶ θαλάττης μάλιστα ἵδρυται, πρὸς ἄρκτον μὲν Ἑλλήσποντον καὶ Προποντίδα καὶ πόντον καταλιπὼν, πρὸς δὲ μεσημβρίαν τὴν λοιπὴν θάλατταν, διαιρῶν μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, ᾗ πρῶτον μεθʼ Ἑλλήσποντον διίστασθον· γένη δὲ τὰ ἐνδοξότατα καὶ ἡμερώτατα ἐφʼ ἑκατέρας τῆς ἀκτῆς ἔχων, ἔνθεν μὲν Ἰωνίαν καὶ τὴν Αἰολίδα γῆν, ἑτέρωθεν δὲ τὴν Ἑλλάδα. ὥστε μόνον τοῦτο ἂν εἴη πελαγῶν μέσον εἶναι τῆς πάσης Ἑλλάδος ἄξιον εἰπεῖν, εἴ τις ἓν τοῦτο γένος Ἑλλήνων ἐφʼ ἑκατέρας τῆς ἠπείρου τιθείη. καίτοι εἰ ποταμῶν εὐδοκιμοῦσιν ὄχθαι δένδρα ἔχουσαι καὶ λειμῶνας, ἦ που σφόδρα γε τὰς τοῦ Αἰγαίου δίκαιον εὐδοκιμεῖν ἀκτὰς, τοιούτοις γένεσι κεκοσμημένας, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς προσοικοῦσιν Ἕλλησιν· ἐπεὶ καὶ τοῦ ἀέρος τὸ μετριώτατον καὶ πρὸς πάσας τὰς ὥρας τὸ αὐτὸ ἀνεκτότατον, τοῦτʼ ἂν εἴη τὸ ὑπερέχον τὸν Αἰγαῖον, καὶ περὶ ταύτας τὰς χώρας μάλιστα ἱδρυμένον. δῆλον δὲ κατʼ ἀμφοτέρους τοὺς λόγους. οἵ τε γὰρ τὴν Ἀττικὴν ἐν τῷ καλλίστῳ τοῦ οὐρανοῦ φάσκοντες εἶναι οἵ τʼ αὖ τὴν Ἰωνίαν ὁμολογοῦσι δήπουθεν ἀμφότεροι περὶ τοῦτον ὅλως τὸν τόπον εἶναι τὸ βέλτιστον. καθότι γὰρ ἀμφοτέρας παρατείνει τὰς ἀκτὰς, ὁποτέραν ἄν τις αὐτῶν τιθῇ κρατεῖν, ἔχει ταύτην, καὶ εἰ δεήσειεν αὖ κατὰ τὰς ἄλλας ἀμφισβητήσεις ἐπιχωρήσαντας ἀλλήλοις ἐπὶ τὸ μέσον ἐλθεῖν, ὅπερ εἶπον, ὁ Αἰγαῖός ἐστι τοῦτο. ὥστε τὸ κάλλιστον τῶν ἀέρων οὗτος εἴληχεν.

Intertext edge

Open linked passage

Note