Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 17
Aristides, Aelius17 249 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
249.p3
249.p3
ἡ μὲν δὴ θέσις αὐτοῦ τοιαύτη τε καὶ ἐν τοιούτῳ τοῦ παντός· ἡ δὲ φύσις θαυμαστή. τὸ μὲν γὰρ μέγεθος τοῦ πελάγους ἐν τοῖς πρώτοις ἐλλόγιμόν τε καὶ πάντη τεταμένον, εἴ τις ἀκριβῶς αὐτὸ ἀπὸ τῆς ἀρχῆς εἰς τέλος ἐξετάζοι πανταχῆ, καὶ περὶ κύκλῳ πλέοντι ἡμερῶν πλῆθος ἀμύθητον τριφθήσεται. οὐ μὴν ἐψίλωταί γε οὐδʼ εἰς ἀπέραντον καθιστῶν τὴν ὄψιν ἀθυμίαν καὶ ἀπορίαν
249.p3
παρέχει, ἀλλὰ πολλὰ μὲν Αἰγαίου πελάγη, πολλοὶ δὲ κόλποι, ἄλλο δὲ ἀλλαχοῦ θαλάττης εἶδος. προκαταλύσαις δʼ ἂν καὶ ἐν μέσῳ τῷ πελάγει τὸν πλοῦν καὶ ἐντύχοις ἂν καὶ γῇ καὶ πόλεσι καὶ χωρίοις ὥσπερ τισὶ μικραῖς ἠπείροις περιρρύτοις, καὶ ταμίας ἂν γένοιο αὐτὸς τοῦ πλοῦ, καὶ πρὶν ἐκπερᾶσαι πᾶν τὸ πέλαγος, αὖθις ἂν ὀπίσω κομίζοιο, ὁμοίως ἐκτελέσας τὸν σκοπόν. οὐ γὰρ κατὰ τὸ Ὁμήρου πέλαγος διʼ ἐρήμου δεῖ διελθεῖν καὶ ἐπί τι τῶν οἰκουμένων ἀνύσαι, ὥστε μηδενὶ θεῶν κεχαρισμένην εἶναι τὴν ὁδὸν ὑπὸ τῆς ἐρημίας, ἀλλʼ ἐνταῦθα γὰρ δὴ καὶ
249.p3
Νηρῄδων χοροὶ
249.p3
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδί·
249.p3
ὅτι τὸ μάλιστα οἰκούμενον καὶ ἀκμάζον τῆς θαλάττης τοῦτό ἐστι, καὶ τοσαῦτά ἐστι πλεῖν ὁπόσα τις βούλεται, καὶ τοσαῦτά γε αὖ πεζεῦσαι ὁπόσα τις μὴ περιπλεῖν βούλεται, ἀλλὰ διεξελθὼν ἐπʼ ἄλλην ἀκτὴν κατάρας ἐκεῖθεν ἀφιέναι. μόνον γὰρ τοῦτο πελαγῶν οὐχ ἧττον οἰκεῖται ἢ αὐτὴ ἡ γῆ· πόλεις τε ἔχει τοσοῦτον ἀλλήλων διεχούσας ὅσον ἂν καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις αἱ μεταξὺ χῶραι
249.p3
διακρίνοιεν. ὥστε διὰ μὲν ὀξύτητά τε τοῦ πελάγους καὶ πλῆθος τοῦ παντὸς πλοῦ φοβερώτατός ἐστι, διὰ δʼ αὖ τὰς ἀναπαύσεις ἡμερώτατος. τάχιστα δὲ κινούμενος μάλιστα καὶ σώζει τὸ θεῖον διαφυλάττων. δεῖ γὰρ αὐτὸ φρικῶδες μὲν διʼ ἰσχὺν, σωτήριον δὲ εἶναι διὰ πραότητα. ἠχεῖ δὲ πελαγῶν λιγυρώτατον περὶ τὰ ἑαυτοῦ δῶρά τε καὶ γεννήματα· οἷόν περ τοὺς Πᾶνας καὶ Σατύρους φασὶ ποιηταὶ κατά τε τὰ ὄρη καὶ περὶ τὰ δένδρα ἠχεῖν ὥρᾳ

Intertext edge

Open linked passage

Note