Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 17
Aristides, Aelius17 250 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
250.p4
250.p4
ἔτους τερπομένους, ἅτε καὶ τοὺς μουσικωτάτους τῶν θεῶν ἑαυτοῦ πολίτας τε καὶ ἐνοίκους ἔχων Ἀπόλλω τε καὶ Ἄρτεμιν, οὓς ὁ πάντων πατὴρ Ζεὺς ὡς ἐν καλλίστῳ τούτῳ τῆς οἰκουμένης ἔφυσεν, ἵνʼ εἶεν τέλειοι τὴν μουσικὴν, καὶ τὴν Λητὼ διὰ τριῶν ἑτέρων νήσων ἤγαγεν εἰς μέσην ἐν μέσῳ τῷ Αἰγαίῳ τὴν Δῆλον, Ἀθηνᾶν ἡγεμόνα ποιησάμενος αὐτῇ τῆς ὁδοῦ. δῆλον δὲ καὶ παντὶ τοῦ πελάγους τὸ φύσει μουσικὸν, ὅ γε εὐθὺς ἐξ ἀρχῆς ἀνῆκεν ὥσπερ ἄλλον τινὰ χορὸν τὸν τῶν νήσων, αἳ διειληφυῖαι τὸ πέλαγος πολλαὶ πρὸς ἀλλήλας κεκλιμέναι παντὸς κύκλου διθυραμβικοῦ θέαμα ἱερώτερον ναύταις τε καὶ ἐπιβάταις φαίνονται, κινδύνων τε παραψυχὴ καὶ κατὰ νοῦν ἰόντος πλοῦ ψυχαγωγία θαυμαστή. πᾶσαι γὰρ ἀλλήλων ἔξω τε καὶ μέσαι εἰσὶν, ὥσπερ ὅταν θέρους ὥρᾳ καὶ πρὶν ζέφυρον κατιέναι πλοῖα κατʼ ἰχθύων θήραν σαλεύῃ πολλὰ, καὶ παρελθόντι εἴσω τά τε ἐκ πρύμνης καὶ τὰ ἐκ πρῴρας καὶ τοῖχος ἑκάτερος πάντα ὁμοίως εἰς νῆσον τελευτᾷ, ὥστε ἀπορῆσαι τὴν πρώτην ὅπη καὶ χρὴ διεξελθεῖν. ὅπερ δὲ τὰ ἐπιβοηθοῦντα σκάφη, τοῦτο αὗται ποιοῦσιν αἱ νῆσοι τοῖς χειμαζομένοις, ἀπαντῶσιν οἷον χεῖρα ὀρέγουσαι καὶ καλοῦσαι παρʼ αὑτάς. τοιαῦτα τοῦ Αἰγαίου τὰ φιλοτεχνήματα, ἀναμίξαντος ὁμοῦ τῷ πελάγει τὴν γῆν, ὥσπερ αἱ στικταί τε ἔλαφοι καὶ τῶν παρδαλέων δοραὶ τὰς χρόας καὶ τοὺς κύκλους ἀναμὶξ ἔχουσιν, οἷσπερ περιλάμπεται μὲν αἴγλῃ πᾶσα ἡ ταύτῃ θάλαττα, ἀπολείπονται δὲ λειμῶνες ἐν ἠπείροις ἀνθῶν κατάπλεῳ, καὶ ὅ τις ἄλλο ἐπινοήσειε ταύτης τῆς ὥρας καὶ τούτων τῶν ποικιλμάτων· εἰκότως. τὰ μὲν γὰρ κατʼ ἤπειρον πάντα καὶ ἐνταῦθα ἐστὶν ἐν ταῖς ἐν μέσῳ χώραις, τὸ δὲ τούτου κάλλος ἐκείναις οὐ πρόσεστιν. ὥσπερ δὲ οὐρανὸς τοῖς ἄστροις κεκόσμηται, οὕτω καὶ τὸ τοῦ Αἰγαίου πέλαγος ταῖς νήσοις κεκόσμηται· ὥσθʼ ὅτῳ καὶ μὴ δεῖ πλοῦ, τούτου γʼ ἂν ἕνεκα αὐτοῦ πλεύσειεν εἰκότως, τοῦ διʼ Αἰγαίου

Intertext edge

Open linked passage

Note