Orationes 17
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
251.p5
251.p5
κομισθῆναι· οὕτω καὶ πελαγῶν καὶ τῶν ἐν τῇ γῇ πάντων οὗτος ὡραιότατος. ὥστε καὶ σύμβολόν ἐστι τοῦ Αἰγαίου τὸ τῆς εὐμορφίας ἴδιον καὶ ἐντεῦθεν ἄρχεται ὅθεν ὡς εἰπεῖν αἱ νῆσοι εἶναι ἄρχονται τὴν ψιλὴν ὑπερβάλλοντι θάλατταν. μόνον δὲ Αἰγαῖον οὐδὲ ἀτρύγετον ἔξεστιν εἰπεῖν, οὐ γὰρ γυμνὸς οὐδὲ ἄκαρπός ἐστιν, ἀλλὰ διαφερόντως μὲν εὔοινος, εὔφορος καὶ σίτου καὶ πάντων ὁπόσα ὧραι φύουσιν, εὔιχθυς δὲ καὶ εὔθηρος οἵαν μάλιστα Ὅμηρος εἶναι ἔφη τὴν τῶν εὐδαιμόνων δεῖν θάλατταν, χρείας πάσας καὶ πάσας ἡδονὰς καὶ θεάματα ἔχων, μεστὸς μὲν λιμένων, μεστὸς δὲ ἱερῶν, μεστὸς δʼ αὐλῶν καὶ παιάνων καὶ πηγῶν καὶ ποταμῶν, Διονύσου μὲν τροφεὺς ὢν, Διοσκούροις δὲ καὶ Νύμφαις ὁμοίως κεχαρισμένος· βίους εὐδαίμονας ἀπὸ παντὸς εἴδους παρεχόμενος, ἐνοίκοις τε αὐτοῦ καὶ ἐμπόροις ἐπικερδὴς καὶ σωτήριος οἷς ἂν εὐμενὴς ᾖ. ὥσπερ δὲ καλοῦ σώματος εἰσὶν ἀρχαὶ καὶ τέλη πρέποντα, οὕτω καὶ τούτου τοῦ πελάγους κινδυνεύει μόνου καὶ ἀρχὴ καὶ τέλος εἶναι κεχαρισμένον. ἄρχεται μὲν γὰρ ἀπὸ τοῦ πρώτου στοίχου τῶν νήσων τῶν πρὸς μεσημβρίαν, τελευτᾷ δὲ εἰς τὸν Ἑλλησπόντιον πορθμὸν, ὃν περιρρυεὶς τὴν ἀξιοθέατον χερρόνησον ποιεῖ. ὥστε τὸ δὴ λεγόμενον ἐκ κεφαλῆς εἰς πόδας αὐτῷ διήκει τὸ κάλλος. τοὺς δʼ ἀπόρρους αὐτοῦ καὶ κόλπους οὔτε ὅσοι τὸ πλῆθος οὔτε οἷοι τὸ κάλλος ἔστιν εἰπεῖν. μάλιστα δὲ Αἰγαῖον πέλαγος δεδιότες μάλιστα καὶ ποθοῦσιν ἅπαντες δεύτερον περαιωθῆναι, ἐπεὶ καὶ ἐπʼ αἰτίαις ἡδίσταις τοῦτον ἄνθρωποι περαιοῦνται. ἀγῶνες καὶ μυστήρια καὶ τὰ τῆς Ἑλλάδος καλὰ πληροῖ τοῦτον τὸν στόλον, καὶ τῶν πανταχόθεν φιλοκάλων καὶ γενναίων οὗτός ἐστι συναγωγεὺς καὶ πληρωτὴς τῶν ἡδίστων θεαμάτων τοῖς ἐπιφανεστάτοις τῶν θεῶν τὰ κάλλιστα ὑπηρετῶν. ταῦτά σοι παρʼ ἡμῶν, ὦ φίλε σωτὴρ Αἰγαῖε, ᾔσθω τῇ ἡμετέρᾳ μουσικῇ. σὺ δὲ ἡσθεὶς σῶζε ἀεὶ σαυτόν τε καὶ σύμπλους.