Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 18
Aristides, Aelius18 252 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
252.p1
252.p1
τί δʼ ἂν εἴποις τὸ φρέαρ τὸ ἱερόν; ἢ δῆλον ὅτι τὴν τοῦ λόγου μέμφει φύσιν ὡς οὐχ ἱκανῶς ἐπὶ πάντα ἀφικνουμένην οὐδʼ ἐνδείξασθαι δυναμένην ἐνίοτε ἀρκούντως τὸ ὄν; τοῦτο γοῦν οὐδʼ ἂν εἷς λόγος ὁποῖόν τι τὸ κάλλος καὶ τὴν ἡδονήν ἐστιν ἐνδείξαιτο, ἀλλʼ ἀμείνους ἐσμὲν πίνειν τούτου τοῦ ὕδατος καὶ λούεσθαι καὶ προσορᾶν ἡδέως ἢ ἔχειν εἰπεῖν τι περὶ αὐτοῦ, ὥσπερ οἱ τῶν καλῶν ἐρῶντες, οἳ τῇ μὲν δυνάμει τοῦ κάλλους ἑαλώκασι καὶ ἴσασιν οἵων ἐρῶσιν, ἐὰν δέ τις αὐτοὺς ἔρηται, οὐκ ἂν ἔχοιεν εἰπεῖν περὶ ἀπόντων, παρόντας δὲ οἶμαι δείξαιεν ἄν. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ φρέατος πεπόνθαμεν, καὶ ἐσμὲν ἐρασταὶ μὲν αὐτοῦ πάμπολλοι, μᾶλλον δὲ πάντες σχεδὸν, ὁποίου δὲ ὄντος οὐκ ἔχομεν εἰπεῖν. ἀλλʼ ἐάν τινα ἡμῶν ἀπολαβών τις ἐρωτᾷ, παραλαβόντες ἂν αὐτὸν ἄγειν ἀξιοίημεν ἐπʼ αὐτὸ καὶ δεικνύοιμεν. τῷ δὲ οὐδὲ τοῦτο ἀποχρήσει, γευσάμενος δὲ καὶ πειραθεὶς τοῦ παρʼ Ὁμήρῳ λωτοῦ γεγεῦσθαι δόξει, μένειν ἐθέλων καὶ χαλεπῶς ἀξιῶν ἀποχωρεῖν ἀπʼ αὐτοῦ. ἀλλʼ οὐ μὲν δὴ χρὴ τὸ τῶν διψώντων, φασὶ, πίνειν σιωπῇ, ἀλλʼ ἐπικοσμῆσαί τι καὶ λόγῳ, καὶ προσειπεῖν τόν τε σωτῆρα θεὸν, οὗ καὶ τόδʼ ἐστὶν ἔργον τε καὶ ποίημα, καὶ τὰς ἐχούσας αὐτὸ Νύμφας καὶ συνεργαζομένας, καὶ ἡμῖν χρῆσθαι τῇ χάριτι τοῦ θεοῦ χαριζομένας τε καὶ συνυπηρετούσας. τίς οὖν δὴ γένοιτʼ ἂν ἀρχὴ, ἢ ὥσπερ ἡνίκʼ ἂν ἀπʼ αὐτοῦ πίνωμεν, προσθέντες τοῖς χείλεσι τὴν κύλικα οὐκέτι ἀφίσταμεν, ἀλλʼ ἀθρόον εἰσεχεάμεθα, οὕτω καὶ ὁ λόγος ἀθρόα πάνθʼ ἕξει λεγόμενα; ἔστω δὲ ἀντὶ τῆς τῷ χείλει προσαγωγῆς ἐκεῖνο ἡμῖν, ὅτι ἐν τῷ καλλίστῳ τῆς πάσης οἰκουμένης ἐστίν. ὃ γὰρ ἐξ ἁπάντων χωρίων εἵλετο ὁ θεὸς ὡς ὑγιεινότατον καὶ καθαρώτατον, καὶ ὃ ταῖς εὐεργεσίαις ταῖς παρʼ αὑτοῦ πεποίηκεν ἁπάντων ἐκφανέστατον, ἦ που σφόδρα τοῦτο

Intertext edge

Open linked passage

Note