Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 18
Aristides, Aelius18 254 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
254.p4
254.p4
οὔτε Στυγός ἐστιν ἀπορρὼξ τόδε τὸ ῥεῦμα οὔτε ἄλλο ἔχει φρικῶδες οὐδὲν, ἀλλʼ ὑγιείας ἂν αὐτὸ προσείποις, ἢ νέκταρος, ἤ τινος τῶν τοιούτων ἀπορρῶγα. τεκμηριοῖ δὲ καὶ τοῦτο, ὁ χρόνος γοῦν αὐτοῦ οὐχ ἅπτεται, ἀλλʼ ἀπαντληθὲν τὸ ὕδωρ καὶ ἔξω γενόμενον τὸ αὐτὸ ποιεῖ οἷόν περ τὸ ἀεὶ λειπόμενον ἐν τῷ φρέατι, ἄσηπτον καὶ ἀπαθὲς μένει. πλῆθος δʼ αὖ τοῦ φρέατος τούτου τοσοῦτον ὅσον ὡς ἔπος εἰπεῖν οὐδενὸς ἑτέρου φρέατος· μάλα ἀκμῆτας εἶναι δεῖ τοὺς ἀρυτομένους καὶ νοῦν ἔχοντας, ἵνα μὴ φθάνῃ τὸ ἐγκαταλαμβάνον. μόνον γοῦν τοῦτο πάντων φρεάτων ἀρυτομένων καὶ ἐώντων τὸ ἴσον ἀεὶ μέτρον παρέχεται, τῷ τετρημένῳ πίθῳ τὸ ἀντίστροφον ποιοῦν. ὁ μὲν γὰρ οὐδέποτε πληροῦται, τὸ δὲ ἀεὶ τοῦ χείλους ἐγγύς ἐστιν. ἅτε γὰρ ὂν διάκονόν τε καὶ συνεργὸν τοῦ φιλανθρωποτάτου τῶν θεῶν ἑτοιμότατον πρὸς τὴν ὑπηρεσίαν καὶ ἀεὶ πλῆρές ἐστι, καὶ οὔτε ἐκεῖνος ἄγει σχολὴν ἄλλο τι πράττειν ἢ σώζειν ἀνθρώπους καὶ τοῦτο μιμούμενον τὸν δεσπότην ἀεὶ πληροῖ τὴν τῶν δεομένων χρείαν, καὶ ἔστιν ὥσπερ ἄλλο τι θρέμμα ἢ δῶρον Ἀσκληπιοῦ, ὥσπερ Ὅμηρος ἐποίησεν ὅπλα καὶ ἔργα Ἡφαίστου, πρὸς τὸ ἐκείνῳ δοκοῦν κινούμενα.
254.p5
254.p5
ἐπεὶ δὲ ἐνταῦθα ἤδη ἐγενόμην, ποῖον ὕδωρ ἂν τῶν κατʼ ἀνθρώπους τούτῳ παραβληθείη χρείας ἕνεκα; οὐ γὰρ μόνον πόμα, τὸ δʼ αὐτὸ καὶ λουτρόν ἐστιν ἥδιστον καὶ ἀβλαβέστατον, οὐδʼ ἀντέστραπται πρὸς τὰς ὥρας τοῦ ἔτους, θέρους μὲν ψυχρότατον ὂν αὐτὸ αὑτοῦ, χειμῶνος δὲ ὡς ἠπιώτατον γιγνόμενον, τὰ τοῦ παρόντος ἀεὶ καιροῦ δυσχερῆ λῦον καὶ παραμυθούμενον, οἵαν χρὴ τὴν Ἀσκληπιοῦ πηγὴν ἱερὰν εἶναι. καλὰ μὲν γὰρ ταῦτα καὶ ἡδέα καὶ αὐτῷ χρωμένῳ καὶ ἑτέρους ὁρῶντι τοῦτο μὲν θέρους ὥρᾳ περὶ τὰ χείλη τοῦ φρέατος περιεστηκότας ἑξῆς ὥσπερ ἐσμὸν μελιττῶν ἢ μυίας περὶ γάλα, ἐξ ἕω ζητοῦντας τὸ πνῖγος προκαταλαβεῖν ἀντʼ ἄλλου πόματος τῶν κωλυόντων

Intertext edge

Open linked passage

Note