Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 18
Aristides, Aelius18 255 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
255.p6
255.p6
τὸ δίψος καὶ ἰσχόντων, τοῦτο δὲ ὅταν τις κρυστάλλου πεπηγότος τὴν χεῖρα προτείνας ἀπονιψάμενος θερμότερος αὐτὸς αὑτοῦ καὶ ἡδίων γένηται· ἀλλὰ καὶ τἄλλα ὁ θεὸς αὐτῷ χρῆται ὥσπερ ἄλλῳ τῳ συνεργῷ, καὶ πολλοῖς ἤδη πολλάκις τὸ φρέαρ τοῦτο συνεβάλετο εἰς τὸ τυχεῖν ὧν ἔχρῃζον παρὰ τοῦ θεοῦ. ὥσπερ γὰρ οἱ παῖδες οἱ τῶν ἰατρῶν τε καὶ τῶν θαυματοποιῶν γεγυμνασμένοι πρὸς τὰς διακονίας εἰσὶ καὶ συμπράττοντες ἐκπλήττουσι τοὺς θεωμένους καὶ χρωμένους, οὕτω τοῦ μεγάλου θαυματοποιοῦ καὶ πάντα ἐπὶ σωτηρίᾳ πράττοντος ἀνθρώπων εὕρημα τοῦτο καὶ κτῆμά ἐστι καὶ συμπράττει δὴ πρὸς ἅπαντα αὐτῷ καὶ γίγνεται πολλοῖς ἀντὶ φαρμάκου. πολλοὶ μὲν γὰρ τούτῳ λουσάμενοι ὀφθαλμοὺς ἐκομίσαντο, πολλοὶ δὲ πιόντες στέρνον ἰάθησαν καὶ τὸ ἀναγκαῖον πνεῦμα ἀπέλαβον, τῶν δὲ πόδας ἐξώρθωσε, τῶν δὲ ἄλλο τι. ἤδη δέ τις πιὼν ἐξ ἀφώνου φωνὴν ἀφῆκεν, ὥσπερ οἱ τῶν ἀπορρήτων ὑδάτων πιόντες μαντικοὶ γιγνόμενοι. τοῖς δὲ καὶ αὐτὸ τὸ ἀρύτεσθαι ἀντʼ ἄλλης σωτηρίας καθέστηκε. καὶ τοῖς τε δὴ νοσοῦσιν οὕτως ἀλεξιφάρμακον καὶ σωτήριόν ἐστι καὶ τοῖς ὑγιαίνουσιν ἐνδιαιτωμένοις παντὸς ἄλλου χρῆσιν ὕδατος οὐκ ἄμεμπτον ποιεῖ. πάντα γὰρ ἤδη μετὰ τοῦτο τὸ ὕδωρ γίγνεται πειρωμένοις, οἷον εἴ τις μετὰ ἀνθοσμίαν οἶνον τῶν ἐξεστηκότων τινὰ πίνοι. μόνον δὲ τοῦτο τὸ αὐτὸ νοσοῦσι καὶ ὑγιαίνουσιν ὁμοίως ἥδιστον καὶ λυσιτελέστατον ἑκατέροις τε καὶ συναμφοτέροις ἐστὶ, καὶ οὔτʼ ἂν γάλα παραβάλοις οὔτʼ ἂν οἶνον ποθήσαις, ἀλλʼ ἐστὶν ὥσπερ Πίνδαρος τὸ νέκταρ ἐποίησεν αὐτόχυτον, πότιμον θείᾳ τινὶ κράσει κεκραμένον ἀρκούντως. ὥστε εἰ δύο εἶεν κύλικες, ἡ μὲν ἑτέρου τε ὕδατος καὶ οἴνου τοῦ καλλίστου, ἡ δὲ τούτου τοῦ ὕδατος, ἀπορήσαις ἂν πότερον λάβοις. ἔτι δὲ τὰ μὲν ἄλλα ἱερὰ ὕδατα τὴν τῶν πολλῶν ἀνθρώπων χρῆσιν πέφευγεν, οἷον τὸ ἐπὶ Δήλῳ καὶ εἴ τί που ἄλλοθι ἄλλο τοιοῦτόν ἐστι, τὸ δὲ τῷ σώζειν τοὺς χρωμένους, οὐ τῷ μηδένα αὐτοῦ ψαύειν, ἱερόν ἐστι·

Intertext edge

Open linked passage

Note