Orationes 18
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
256.p7
256.p7
καὶ τὸ αὐτὸ καθαρσίοις τε ἐξαρκεῖ τοῖς περὶ τὸ ἱερὸν καὶ ἀνθρώποις καὶ πίνειν καὶ λούεσθαι καὶ προσορῶσιν εὐφραίνεσθαι. ἐγὼ μὲν οὔτε Κύδνον οὔτε Χοάσπην, ὅθεν βασιλεὺς ἔπινε, περιφέρων, οὔτε ᾧ τοὺς καλλίστους στεφάνους ἀνῆκεν ἡ γῆ περὶ τὴν ὄχθην ἑκατέραν Πηνειὸν, οὔτε πηγὴν ἄβυσσον, οὔθʼ ὅ τι ἐρεῖς ἕτερον ὕδωρ παραβάλοιμʼ ἂν τούτῳ τῷ πάντα ἱερῷ, ἀλλʼ εἶναι φαίην ἂν αὐτὸ ἐν ὕδασι τοσούτῳ νικῶν ὅσῳ περ τὸν προστάτην αὐτοῦ θεὸν ἐν θεοῖς. λοιπὸν ἓν εἰπεῖν, ὅτι καὶ ὅσια ἂν ποιοῖμεν οὕτω κρίνοντες· ὁ γὰρ θεὸς πρῶτος περὶ αὐτοῦ ταύτην τὴν ψῆφον ἤνεγκεν, ὥς φασιν.