Orationes 19
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
256.p1
256.p1
ὦ πάλαι ποτὲ ἡδίων ᾁδειν Ἐλευσὶς ἐμοὶ τίς Ὀρφεὺς ἢ Θάμυρις ἢ ποῖος Ἐλευσίνιος οἰκήτωρ Μουσαῖος ἀρκέσει τοσούτῳ πράγματι; ποίαις κιθάραις ἢ λύραις τὸ κοινὸν πτῶμα, τὸ κοινὸν τῆς γῆς, ἀνακλαύσεται; τίνα ταύτην προὔβαλες ὦ Ζεῦ τὴν ὑπόθεσιν; ἐγὼ μὲν καὶ προσάγων ἐμαυτὸν τῷ λόγῳ ναρκῶ καὶ ἀναστρέφω καὶ καθʼ ἓν τοῦτο λέγειν ἀναγκάζομαι, ὅτι σιγᾶν οὐκ ἔχω. τίς γὰρ Ἑλλήνων ἢ τίς βαρβάρων οὕτω σκαιὸς ἢ ἀνήκοος, ἢ τίς οὕτω σφόδρα ἔξω τῆς γῆς ἢ θεῶν, ἢ συλλήβδην εἰπεῖν καλῶν ἀναίσθητος, πλὴν τῶν κάκιστʼ ἀπολουμένων, οἳ ταῦτʼ ἔδρασαν, ὅστις οὐ κοινόν τι τῆς γῆς τέμενος τὴν Ἐλευσῖνα ἡγεῖτο, καὶ πάντων ὅσα θεῖα ἀνθρώποις, ταυτὸν φρικωδέστατόν τε καὶ φαιδρότατον; τίνι δʼ ἄλλῳ χωρίων ἢ μύθων φῆμαι θαυμαστότερα ἐφύμνησαν, ἢ τὰ δρώμενα μείζω ἔσχε τὴν ἔκπληξιν, ἢ μᾶλλον εἰς ἐφάμιλλον