Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 19
Aristides, Aelius19 258 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
258.p4
258.p4
Περσικῆς ἀρχῆς ἦν κατασχόντων, πολλὰ μὲν τῶν ἐν τοῖς Ἕλλησιν ἱερῶν ἐμπίμπραται, καὶ πρός γε ἡ κορυφὴ τῆς Ἑλλάδος ἡ τῶν Ἀθηναίων πόλις· τῇ δʼ Ἐλευσῖνι τοσοῦτον περιῆν, ὥστʼ οὐκ ἀπόρθητος μόνον ὡς εἰπεῖν διεγένετο, ἀλλὰ καὶ συνιούσης τῆς ναυμαχίας ἐξεφοίτα μὲν ὁ Ἴακχος συνναυμαχήσων, νέφος δὲ ὁρμηθὲν ἀπʼ Ἐλευσῖνος καὶ ὑψωθὲν ὑπὲρ τῶν νεῶν ἐγκατέσκηψεν εἰς τὰς τῶν βαρβάρων ναῦς ἅμα τῷ μέλει τῷ μυστικῷ. Ξέρξης δʼ ἐκπλαγεὶς ἔφευγε, καὶ τὰ Μήδων πράγματʼ ἀπώλλυτο. πολέμου δὲ συμβάντος τοῖς Ἕλλησι πρὸς ἀλλήλους πολλοῦ καὶ πάντων ἄνω καὶ κάτω γενομένων, μόνη δὴ τρόπον γέ τινα Ἐλευσὶς ἠρέμει· καὶ οὔτε Βοιωτῶν ἵππος οὔτε Λακεδαιμονίων καὶ Πελοποννησίων εἰσβολαὶ οὐ τοῦ περιβόλου προσήψαντο, οὐ τὸν νεὼν εἶδον ἑτέροις ἢ προσῆκεν ὀφθαλμοῖς. Σφοδρίου τοίνυν ὕστερον ὁρμηθέντος ἐκ Θηβῶν ἤρκεσαν αἱ δᾷδες φανεῖσαι κατασβέσαι τὴν τόλμαν. σπονδαὶ τοίνυν αἱ μὲν ἄλλαι παρηνομήθησαν, καὶ τοῦτο μὲν Πυθίων ὄντων ἡ Καδμεία κατελήφθη, τοῦτο δʼ εἰς Ἴσθμια τὴν αὐτὴν θεωρίαν ἦγον μὲν Ἀργεῖοι, ἦγον δὲ Κορίνθιοι, τοῖς ὅπλοις οἱ ἕτεροι τοὺς ἑτέρους κρατήσαντες. τὴν δʼ ἐπʼ Ἀλφειῷ μάχην σιωπῶ, πλὴν ὅσα καὶ ταύτῃ σύμβολον οὐ φαῦλον ἐπέστη παρὰ τοῦ Διὸς, ἡ τῶν ἀποστερουμένων τόλμα καὶ νίκη. μόναι δʼ αἱ μυστηριώτιδες σπονδαὶ τοὔνομα ἔσωσαν καὶ μόνοις Ἐλευσινίοις ὑγίαινεν ἡ Ἑλλάς. καὶ σαφέστατα δὴ πανήγυρις αὕτη καθάρσιον ἦν καὶ μανιῶν καὶ πάσης ἀτόπου συμφορᾶς. καὶ τί δεῖ καθʼ ἕκαστα ἐπεξιέναι; ἀλλὰ Φίλιπποι καὶ Ἀλέξανδροι καὶ Ἀντίπατροι καὶ πᾶς ὁ τῶν κάτω δυναστῶν οὗτος κατάλογος, μυρία δὴ τῶν ἐν τοῖς Ἕλλησι κινήσαντες, μόνην τὴν Ἐλευσῖνα ὡς ἀληθῶς ἄβατόν τι καὶ κρεῖττον ἑαυτῶν ἡγήσαντο. καὶ σιωπῶ Κελτοὺς τοὺς τὰ τελευταῖα ἐπεισκωμάσαντας τῇ Ἑλλάδι, καὶ ὅσα τις τοιαῦτα προσθείη, ἐν ἅπασιν ἀθῶον τὸ ἱερὸν διέφυγε.

Intertext edge

Open linked passage

Note