Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 2
Aristides, Aelius2 10 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
10.p2
10.p2
πατρός. διὸ δὴ καὶ οὐ θέμις οὐδέποτε αὐτὴν καταλιπεῖν τὸν πατέρα, ἀλλʼ ἀεὶ πάρεστί τε καὶ συνδιαιτᾶται, καθάπερ συμπεφυκυῖα, ἀναπνεῖ τε εἰς αὐτὸν καὶ σύνεστι μόνη μόνῳ τῆς γενέσεως μεμνημένη, καὶ τῶν ὠδίνων ἀποδιδοῦσα πρέποντα τὸν μισθόν. δοκεῖ δέ μοι καὶ πρεσβυτάτη θεῶν φῦναι, ἢ κομιδῆ τινῶν εὐαριθμήτων καὶ τῶν πρώτων ὄντων ἐν τῷ τότε· οὐ γὰρ ἂν ἄλλως ἕκαστα ὁ Ζεὺς διεῖλεν, εἰ μὴ πάρεδρόν τε καὶ σύμβουλον τὴν Ἀθηνᾶν παρεκαθίσατο. καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα διʼ αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται· οἷα δὲ ἐν αὐλῇ θαυματοποιῶν ἅμα τοῖς αὐτοῖς ὅ τε Ζεὺς καὶ ἡ θεὸς χρῆται. οὕτως δʼ ἐστὶν αἰδέσιμος τῷ πατρὶ καὶ πάντων κεκοινώνηκε καὶ τὰ πρεσβεῖα μόνη κατείληφεν, ὥστε καὶ τῶν ποιητῶν οὓς ἂν μάλιστά τις εἴποι τυχεῖν τῆς θεοῦ, Ὅμηρος μὲν τῆς αἰγίδος αὐτῆς μνησθεὶς καὶ τοῦ τρῶσαι δαίμονος ἐπιχειρήσαντος λέγει σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνὸς, λέγων ἀσφαλῶς, ἐπειδή γε καὶ τῷ Διὶ τῶν σκηπτῶν καὶ κεραυνῶν πλείονος ἄξια τὰ παρὰ τῆς Ἀθηνᾶς. Πίνδαρος δʼ αὖ φησι δεξιὰν κατὰ χεῖρα τοῦ πατρὸς αὐτὴν καθεζομένην τὰς ἐντολὰς τοῖς θεοῖς ἀποδέχεσθαι. ἀγγέλου μὲν γάρ ἐστι μείζων, ἥ γε τῶν ἀγγέλων ἄλλοις ἄλλα ἐπιτάττει πρώτη παρὰ τοῦ πατρὸς παραλαμβάνουσα, ἀντʼ ἐξηγητοῦ τινος οὖσα τοῖς θεοῖς [καὶ εἰσαγωγέως, ὅταν καὶ τούτου δέῃ]. ἅτε δὲ ἐν κορυφῇ τε τοῦ Ὀλύμπου καὶ ἐκ κορυφῆς τοῦ Διὸς γενομένη πόλεών τε πασῶν τὰς κορυφὰς ἔχει κατὰ κράτος ὡς ἀληθῶς ᾑρηκυῖα καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς οὐκ Ἄτη πατεῖ τὰς κεφαλὰς, Ἀθηνᾶ δὲ ἀνέχει καὶ ἐμβατεύει, τηροῦσα τὸ σύμβολον τῆς αὑτῆς γενέσεως.
10.p3
10.p3
τὸ μὲν δὴ κράτος τῆς θεοῦ τοσοῦτον ἐν οὐρανῷ καὶ γῇ. ὅσου δὲ ἀξία θεοῖς τε καὶ ἀνθρώποις ἐστί τε καὶ γεγένηται καὶ γενήσεται θεῶν μὲν ἂν παῖδες ἄμεινον εἴποιεν ὅσοι χορευταὶ τῆς Ἀθηνᾶς, πειρατέον δὲ καὶ ἡμῖν

Intertext edge

Open linked passage

Note