Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 20
Aristides, Aelius20 260 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
260.p1
260.p1
ὦ Ζεῦ, τί χρήσωμαι; πότερον σιωπῶ Σμύρνης κειμένης; τίνος μεταλαβὼν ἀδάμαντος φύσιν; ἢ τίνα ταύτην καρτερίαν καρτερῶν; ἀλλʼ ὀδύρωμαι; ποίαν ἁρμονίαν ἁρμοσάμενος, ἢ τίνα τόλμαν τοσαύτην λαβών; ὅσαι γὰρ Ἑλλήνων καὶ βαρβάρων φωναὶ, τῶν τε ὑπὲρ γῆς ἔτι καὶ τῶν ἐκ τοῦ παντὸς αἰῶνος γενομένων, εἰς ταυτὸν ἅπασαι λόγῳ συνελθοῦσαι ἐλάττους τοῦδε τοῦ πράγματος ἐγχειρῆσαι μόνον, μὴ ὅτι τὴν ἀξίαν σῶσαι. ὦ μήκιστα μηκίστων ἰδὼν καὶ ἀκούσας ἐγώ. ὦ πάντα φέρων χρόνος, οἵαν ἰδέαν πόλεως ἐξευρὼν καὶ τεχνησάμενος, εἶτα ἀναλώσας ἔχεις. ὦ πάντα ἀνόμοια τοῖς πρότερον. τὰ μὲν ἀρχαῖα Κουρήτων χοροὶ καὶ τροφαὶ καὶ γενέσεις θεῶν καὶ Πέλοπες διαβαίνοντες ἐνθένδε, καὶ Πελοπόννησος ἀποικία, καὶ Θησεὺς οἰκιστὴς τῶν ὑπὸ τὸν Σίπυλον τόπων, καὶ Ὁμήρου γοναὶ, καὶ ἀγῶνες καὶ τρόπαια καὶ νῖκαι παρὰ τοῖς ἄρχουσι καὶ διὰ πάντων ἐθνῶν, καὶ λογίων περιηγήσεις, ἀναγραφόντων καλλίστην τῶν ἁπασῶν. καὶ μὴν τά γε ὁρώμενα κρείττω διηγήσεως. προσιόντι μὲν

Intertext edge

Open linked passage

Note