Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 20
Aristides, Aelius20 262 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
262.p3
262.p3
πάντων τὴν καλλίχορον καὶ πολυύμνητον καὶ τριπόθητον ἀνθρώποις ἀρκέσουσιν ἀνοιμῶξαι πόλιν; ὦ πτῶμα τῆς Ἀσίας, ὦ λοιπαὶ πόλεις, ὦ πᾶσα μὲν γῆ, πᾶσα δὲ εἴσω Γαδείρων τε καὶ ἔξω Γαδείρων θάλαττα, ὦ κύκλος ἀστέρων, ὦ πάντα ἐφορῶν ἥλιε, οἷον ἠνέσχου θέαμα ὁρῶν. ὦ παιδιὰ μὲν Ἰλίου πόρθησις, παιδιὰ δὲ Ἀθηναίων ἐν Σικελίᾳ συμφοραὶ καὶ κατασκαφαὶ Θηβῶν, καὶ στρατευμάτων ὄλεθροι καὶ πόλεων δύσεις, καὶ πάνθʼ ὅσα πῦρ καὶ πόλεμοι καὶ σεισμοὶ μέχρι τοῦδε ἀπειργάσαντο. ὦ πρότερον μὲν κάλλει καὶ μούσαις ἁπάσας πόλεις ἀποκρύπτουσα, νῦν δʼ ἀποκρύψασα τὸ τῆς Ῥόδου πτῶμα. ἔμελλες ἄρα τοῖς Ἕλλησιν ᾁδεσθαι δευτέρων σχετλιωτέρων. ὦ πᾶσι τοῖς ὁμοφύλοις ἐναγισμάτων ἡμέρα. ὦ κοινὴ τοῖς Ἕλλησιν ἀποφρὰς, οἵαν κεφαλὴν τοῦ γένους ἀπήνεγκας. οἷον ἐξεῖλες ὀφθαλμόν. ὦ γῆς ἄγαλμα, ὦ θέατρον τῆς Ἑλλάδος, ὦ Νυμφῶν καὶ Χαρίτων ὕφασμα. ὦ πάντα ὑπομείνας ἐγὼ, ποῦ γῆς νυνὶ μονῳδῶ; ποῦ μοι τὸ βουλευτήριον; ποῦ νέων καὶ πρεσβυτέρων σύνοδοι καὶ θόρυβοι διδόντων ἅπαντα; ἦν ποτε ἐν τῷ Σιπύλῳ πόλις, ἣν κατὰ τῆς λίμνης δῦναι λόγος. ὦ Σμύρνα, ὡς πόρρωθέν σοι τὸ προοίμιον ᾔδετο. οἵας ἐκληρονόμησας τύχης, ὡς ἥκιστα σαυτῇ προσηκούσης. νῦν ἔδει μὲν πάντας οἰωνοὺς εἰς πῦρ ἐνάλλεσθαι, παρέχει δʼ ἡ πόλις ἄφθονον· πᾶσαν δὲ τὴν ἤπειρον ἀποκείρασθαι, πάντως αὐτῆς ὁ βόστρυχος οἴχεται· νῦν ποταμοὺς δάκρυσι ῥυῆναι, νῦν ὁλκάδας ἐκπλεῦσαι μέλασι τοῖς ἱστίοις. ὦ Μέλης διʼ ἐρήμου ῥέων. ὦ τῶν προτέρων μελῶν τὰ παρόντα ἀντίφθογγα. ὦ κύκνων ᾠδὴ καὶ ἀηδόνων χορὸς ἐνθρηνεῖν. ἦ που καὶ Γοργόνες εἰ περιῆσαν, οὐκ ἂν τὴν Μέδουσαν, οὐδὲ τὸν αὑτῶν ὀφθαλμὸν, ἀλλὰ τὸν τῆς Ἀσίας ἐπένθησαν. ποῖον Βόσπορον, ἢ ποίους καταρράκτας, ἢ τίνα Ταρτησσὸν τὸ σὸν, ὦ δαιμονία, κλέος οὐκ ἐπῆλθε; ποίᾳ Μασσαλίᾳ τὸ πένθος

Intertext edge

Open linked passage

Note