Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 21
Aristides, Aelius21 263 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
263.p1
263.p1
ἐμοὶ δὲ, ὦ ἄνδρες Ἕλληνες, συνέβη ταυτὸν ὅπερ τοῖς ἐν ταῖς τραγῳδίαις μέχρι πολλοῦ σιωπῶσιν, ἔπειτα καιροῦ παρασχόντος φθεγξαμένοις ἢ πρὸς χορὸν, ἢ πρὸς ὁντιναδήποτε. πάντα γὰρ τὸν ἄνω χρόνον κατασχὼν ἐμαυτὸν ἐξ οὗ ταῦθʼ ἃ σύνιστε ἐγένετο, καὶ οὔτε πρὸς παραμυθίαν τῶν πολιτῶν ὁρμήσας οὔτʼ ἄλλο πράξας οὐδὲν ἀλλʼ ἢ τοῖς προστάταις ὅσα καιρὸς ἦν ἐπιστείλας καὶ τἀκεῖθεν ἀποσκοπῶν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ οἱ θεῶν γνώμῃ βασιλεῖς ἡμῖν αὐτοί τε κυβερνώμενοι καὶ τὰ τῶν ἀνθρώπων ἄγοντες πράγματα τὴν ἀλλοτρίαν τῆς πόλεως ἀπωσάμενοι τύχην τὴν χρηστὴν καὶ πάλαι προσήκουσαν ἀντεισήγαγον, οἶμαί τι κἂν αὐτὸς ἐν καιρῷ τυχεῖν εἰπών. εἰ μὲν οὖν ἐξῆν ἐμοὶ κινεῖσθαι ὅποι βούλομαι, παρὼν ἂν ὑμῖν διελεγόμην· κατέχοντος δὲ τοῦ σωτῆρος ἡ διὰ τῶν γραμμάτων ὁμιλία κατελείπετο. καὶ τοῦτʼ εἰ μέν ἐστιν εἰς παράδειγμα ἀνενεγκεῖν, οὐ χρὴ θαυμάσαι· εἰ δʼ ἄλλῳ μὲν οὐδενί πω μέχρι τούτου πέπρακται, προσήκει δὲ ἡμῖν, οὐκ

Intertext edge

Open linked passage

Note