Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 21
Aristides, Aelius21 266 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
266.p5
266.p5
νῦν ἄρα ἐσώθησαν, ἡνίκα ἀπωλώλεσαν. ἀλλʼ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν· ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα. ἆρʼ οὐ ταῦτα χρὴ φάναι τῆς ἐκείνων ἀηττήτου καὶ τῆς ἀγαθῆς τῆς πόλεως τύχης εἶναι, τοῖς μὲν ἐξ ὧν οἰκίζουσί τε καὶ πράττουσι, τῇ δʼ ἐξ ὧν οἰκίζεται μνήμην ἀθάνατον ποριζούσης; οἵ γε τοσαύτην ἔσχον ὑπερβολὴν, ὥστʼ οὐδὲ τοσοῦτον ἀρκεῖν ὑπέλαβον, αὐτεπάγγελτοι πρὸς τὸν οἰκισμὸν ὁρμῆσαι, ἀλλʼ ἀντὶ τοῦ πρέσβεις παρʼ ἡμῶν ἀναμένειν, αὐτοὶ πρέσβεις περὶ ἡμῶν πρὸς τὴν οἴκοι βουλὴν κατέστησαν· ἃ μηδεὶς ἂν ἡμῶν ἐθάρρησεν αἰτῆσαι, ταῦτʼ ἀξιοῦντες ψηφίσασθαι. ἆρʼ οὐχ ἅπας μὲν θρῆνος τούτοις ἐξαλήλιπται καὶ μνήμη πᾶσα τῶν τε ἰδίων ἑκάστῳ καὶ τῶν κοινῶν δυσχερῶν, ἀντεισῆκται δὲ εὐφροσύνη μετʼ εὐφημίας καὶ τοῦ ζῆν ἐπιθυμία νῦν, εἴπερ ποτὲ, ἐπὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ χάριτες πρέπουσαι τοῖς θεοῖς, τοῖς βασιλεῦσι, τῷ δεξαμένῳ τὰ τῶν κορυφαίων πολιτεύματα χορῷ ἀσμένῳ καὶ μνησθέντι τῆς Σμύρνης ἃ προσῆκεν; ἄξιον τοίνυν, ὦ ἄνδρες Ἕλληνες, καὶ τοῦ καθʼ ὑμᾶς τοὺς ὁμοφύλους ἤδη μέρους μνησθῆναι, ὡς τούτοις τε ἀκολούθως διετέθητε καὶ τὴν εὔνοιαν ἣν εἴχετε ἐκ παντὸς χρόνου τῇ πόλει, σαφέστατα ἐπεδείξασθε. μάθοι δʼ ἄν τις ἐπισκεψάμενος τὰ τῆς πρώτης καὶ πρεσβυτάτης τῶν Ἑλληνίδων πόλεως, λέγω δὲ τῆς Ἀθηναίων, πῶς ἔσχε παρὰ τὰς συμφοράς. καὶ οὐ καθαιρεῖν ἐκείνην ἀξιῶν λέγω ταῦτα, μήποτε σφόδρα οὕτω γενοίμην φιλόπολις, ἀλλʼ ἅμα τούς τε πολίτας παραμυθεῖσθαι βουλόμενος καὶ τοῖς παροῦσιν ἐνδείξασθαι ὅτι τῇ πόλει διὰ πάντων καιρῶν εὖ πράττειν ἐπιχώριον καὶ τῆς

Intertext edge

Open linked passage

Note