Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 21
Aristides, Aelius21 269 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
269.p9
269.p9
ὑπαρχούσης, οἱ δʼ ἐπὶ τῶν ἰχνῶν ἐγείρουσιν. ἐπόθει δʼ ἄρα καὶ ἡ τῆς πόλεως φύσις οἰκιστὰς διττοὺς, δύο τὰς ἀρχηγέτιδας νέμουσα. καὶ δὴ λιμένες τε κομίζονται τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας καὶ πάλιν αὖ κατακοσμεῖται, καὶ τῷ Μέλητι οὐδὲν ἐμποδὼν τὸ μὴ τοὺς προσοίκους ἔχειν, ἦρος δὲ πύλαι καὶ θέρους ὑπὸ στεφάνων ἀνοίγνυνται. χοροὶ δὲ Νυμφῶν καὶ Μουσῶν ἐν αὐτῇ τε καὶ περὶ αὐτὴν χορεύουσι, ζέφυροι δὲ οὐ λυπήσουσι πνέοντες. ὦ μακάριοι μὲν τῶν πρεσβυτέρων οἱ πρὸς ταύτην ἀφιξόμενοι τὴν ἡμέραν, ἐν ᾗ τὴν Σμύρναν ὄψονται τὸν ἑαυτῆς ἔχουσαν κόσμον· παῖδες δὲ οὐδὲν ζημιωσόμενοι, ἀλλʼ ὀψόμενοι τὴν πατρίδα οἵαν οἱ γονεῖς ᾤκουν· οἱ δʼ ἐν ἡλικίᾳ τὰ μὲν συμπράξαντές τε καὶ συμπονήσαντες, τὰ δὲ συνθύσοντες καὶ συνεορτάσοντες ἑαυτοῖς τε καὶ τοῖς εἰσαφικνουμένοις· ὡς τῶν παρόντων ἀγαθῶν ἔτι καλλίους αἱ τῶν μελλόντων ἐλπίδες. ἀλλὰ Ζεῦ πολιεῦ τε καὶ θεαὶ κληροῦχοι τῆσδε τῆς πόλεως καὶ Πόσειδον, ὃς ἀμφότερα εἴληχας, κινεῖν τε καὶ σώζειν, καὶ θεοὶ βασίλειοί τε καὶ Ἑλλήνιοι, γενέσθαι τόνδε ἡμῖν τὸν οἰκισμὸν δευτέρων ἀμεινόνων βεβαιοτέρων ἐπὶ πολλῇ μὲν εὐφροσύνῃ καὶ δόξῃ τῶν οἰκιστῶν, χρηστοῖς δὲ τοῖς ἀπαντησομένοις τῇ πόλει διὰ παντὸς τοῦ μέλλοντος χρόνου, εἶναι δέ τι καὶ τοὐμὸν ἐν Ἕλλησι νῦν τε καὶ ὕστερον.

Intertext edge

Open linked passage

Note