Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 22
Aristides, Aelius22 270 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
270.p2
270.p2
συνὼν καὶ τῆς νῦν ἀνιούσης ἡμῖν πόλεως ἀπολαύων τὰ γιγνόμενα. ἐπεὶ δʼ οὕτω συμβέβηκεν, οὐ τοῦ γε παντὸς εἴργεσθαι καλῶς ἔχειν ὑπέλαβον, ἀλλʼ ἴχνος γέ τι φωνῆς ἡμετέρας σοί τε γενέσθαι γνωρίσαι καὶ τοῖς παροῦσι τῶν Ἑλλήνων ὅσοι τε πολῖται καὶ ὅσοι ξένοι. ὅλως μὲν γὰρ ἔμοιγε σχεδὸν εἰς ἔθος καθέστηκεν ἀπόντι πανηγυρίζειν, ἐπειδή γε ὁ θεὸς ταύτην ἄγει. ὁ δὲ νυνὶ λόγος καὶ πάνυ μοι κατὰ καιρόν ἐστιν. ἐπεὶ γὰρ καὶ τῆς ἀνελπίστου φήμης ἀφικομένης πρῶτος ὑπὲρ τῆς πόλεως ἐμνήσθην πρὸς τοὺς πάντα ἀρίστους βασιλέας διατρίψας οὐ πλέον μιᾶς νυκτὸς, εἰκός τοι καὶ περὶ τῶν εἰς εὐφημίαν ἡκόντων οὕτως ἔχειν ὡς ἐμαυτῷ προσηκόντων. τὰ μὲν οὖν παλαιὰ μέμνησαι κατὰ τὴν πρώτην ἀκούσας ἀρχὴν, ἣν τῷ πατρὶ συνῆρχες, Διός τινα γένεσιν καὶ χορείας Κουρήτων καὶ Ταντάλου καὶ Πέλοπος οἰκισμὸν τῆς πρώτης πόλεως ἐν τῷ Σιπύλῳ γενομένης καὶ διαβάσεις Πέλοπος ἐνθένδε εἰς τὴν πρότερον μὲν Ἀπίαν, Πελοπόννησον δὲ ἀπʼ ἐκείνου κληθεῖσαν· ἀφʼ οὗ τρίτος ἔγγονος βασιλεὺς κοινὸς τῆς Ἑλλάδος γενόμενος κατέλυσε τὴν τῶν βαρβάρων ἀρχήν. δευτέρων δὲ εὐφημιῶν Θησεύς τε ἀρχηγέτης καὶ Σμύρνα ὄνομα τῇ πόλει ταύτῃ, καὶ γένος Ἀττικὸν, καὶ Ἰώνων ὕστερον ὡς εἰς οἰκείαν εἴσοδος, καὶ τρίτη δὴ θέσις καὶ κατοίκισις ** τὸν Ἀλέξανδρον, οὗ δύο ταῦτα κάλλιστα καὶ μέγιστα μνημεῖα, ἥδε τε ἡ πόλις καὶ ἡ τοῦ Νείλου πρόσοικος. τοιαῦτα ἤκουσας καὶ τριήρης τις ἦν δεικνυμένη μὲν Διονυσίοις, ὑμνουμένη δʼ ἐν τοῖς Κατάπλοις, σύμβολον νίκης παλαιᾶς, ἣν ἐνίκων Σμυρναῖοι βακχεύοντες Χίους ὅπλοις καὶ ναυσὶ πεφραγμένους. ἅ γε μὴν ὀφθαλμὸς ἐξηγεῖτο καὶ οὐ μῦθος ἔτι οὐδὲ λόγοι λογοποιῶν τε καὶ ποιητῶν, ἀλλὰ καὶ αὐτὸς Ὅμηρος παρὼν ἀσφαλέστερον ἂν ἡγήσαιτο σιωπᾶν ἢ λέγειν περὶ αὐτῶν. ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν,

Intertext edge

Open linked passage

Note