Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 22
Aristides, Aelius22 271 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
271.p3
271.p3
τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους· καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων· καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.
271.p4
271.p4
εἶεν. τὰ μὲν δὴ παλαιά τε καὶ οὐ παλαιὰ, ἀλλὰ χθές τε καὶ πρώην ὡς εἰπεῖν ἔτι φαινόμενα τοιαῦτα μὲν ἤκουσας, τοιαῦτα δὲ ἐθεάσω. ἀκίνητον δὲ οὐδὲν, φασὶ, τῶν ἐν ἀνθρώποις· ἀλλὰ καὶ γῆ θάλατταν δέχεται καὶ θάλαττα ἠπειροῦται· καὶ πόλεις αἱ μὲν κατὰ γῆς ἔδυσαν, αἱ δʼ ὑπὸ ῥευμάτων οὐρανίων τε καὶ παντοίων ἠφανίσθησαν. ἴδιον γὰρ τοῦ θνητοῦ γένους αἱ μεταβολαὶ, καὶ πολλὰ τὰ θαύματα τοῦ χρόνου. καὶ δὴ καὶ τῇ ἡμετέρᾳ πόλει τοσοῦτον νικώσῃ συνέβη τρόπον τινὰ ὀλισθεῖν· οὗ δὴ καθαρῶς ἐξεφάνη ὅσος τις ὁ παρʼ αὐτῆς τῆς Ἀσίας κόσμος ἦν, λέγω δὲ οὐχὶ τὴν μέχρι Μαιάνδρου πηγῶν, οὐδʼ ὅσην ὁ τῶν ἡγεμόνων ὑμῶν κλῆρος ὁρίζεται, ἀλλʼ ἣν ἐξ ἀρχῆς Ἕλληνες προσεῖπον Ἀσίαν, προσηγόρευον δὲ καὶ ἤπειρον διαφερόντως αὐτὴν τῶν τριῶν. ἀλλʼ ὅ γʼ ἐβουλόμην εἰπεῖν, ἅμα γὰρ τῷ πτώματι συμβάντι πάντα ἐδόκει γεγυμνῶσθαι, καὶ πᾶς τις ὥσπερ ὀφθαλμὸν ἐζήτει σώματος. λέγω δὴ τὸ μὲν προσκροῦσαι κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων τύχην καὶ φύσιν τῇ πόλει συμβῆναι, τὰ δʼ ἐφεξῆς τῆς ἀγαθῆς ἤδη καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης εἶναι. ὅτε γὰρ ἦν καιρὸς, πρὸς ** χεῖρα ὤρεξε, τοιούτους ἔχων τοὺς τῶν ὅλων προστάτας, οἳ πάντων μὲν ἥκιστα ἔμελλον περιόψεσθαι κειμένην, πάντων δὲ μάλιστα προθυμήσεσθαι οὐκ ἀναστῆσαι μόνον, ἀλλὰ καὶ πρὸς ὑπερβολὴν ἆραι, τὰ δὴ νῦν πάντα τελεῖται, φησὶν ὁ παῖς τοῦ Μέλητος. καὶ μὴν τήν γε εὐγένειαν τοῦ δήμου, μὴ γὰρ πάνθʼ ἡμῖν ἔστω περὶ τῶν οἰκοδομημάτων, τίς οὐκ ἂν ἠγάσθη καὶ

Intertext edge

Open linked passage

Note